8. Ἄλλον χυμὸν μὴ τὸν ἰόντα ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν,
9. ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει. τὰ
10. ἀνόμοια ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν καὶ
11. τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη,
12. ὅτε οὐκ εἰκῇ ἀφαιρέεται.
14. Τὸ μὲν ἄλλον χυμὸν, μὴ τὸν ἰόντα ἄγειν, εὔδηλόν ἐστιν
15. ἐξ ὧν ἐμάθομεν ἐν ἀφορισμοῖς τε καὶ ἐν τοῖς περὶ χυμῶν. ἐὰν
16. μὲν γὰρ ὁ λυπῶν ἐκκρίνηται συμμέτρου τῆς κενώσεως οὔσης,
17. δέχεσθαι χρὴ μηδὲν αὐτὸν περιεργαζόμενον. ὥσπερ εἰ καὶ
1. μὴ συμμέτρως γένοιτο πράττειν αὐτόν τι, ποτὲ μὲν ἐπέχοντα
2. τὸ πλῆθος, ποτὲ παροξύνοντα τὸ τῆς κενώσεως ἐλλιπὲς,
3. ὅπερ ὠνόμασεν αὐτὸς τὸν ἰόντα συνεκχυμοῦν. ἐκχυμώσεις
4. γὰρ εἴωθε τὰς ἐκ τῶν ἀγγείων ἐκχύσεις καὶ κενώσεις
5. ὀνομάζειν, τὸ δὲ ἐργάσασθαι μεμάθηκας ἐπὶ
6. τοῦ μεταλλάττειν ἢ μιγνύναι λεγόμενον. ἄδηλον οὖν εἴτε
7. τῷ προειρημένῳ συντακτέον εἴτε τῷ ἐξῆς εἰρημένῳ αὐτὸ
8. προσακτέον, ἑκατέρως γὰρ οὐκ οἰκείως φαίνεται λέγεσθαι.
9. διὸ καὶ τινες μὲν ὡς ἑπόμενον αὐτὸ τοῖς προειρημένοις ἐκείνοις
10. συνῆψαν, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, τὸ ὅμοιον οἷον ὀδύνην
11. ἡ ὀδύνη παύει. τινὲς δὲ ἀρχὴν ἐποιήσαντο τῶν ἐφεξῆς τὸ
12. ἐργάσασθαι τὸ ὅμοιον. ἐπεὶ δὲ, ὡς ἔφην, ἑκατέρως
13. λεγόμενον οὐδετέρως ἐστὶ πιθανὸν, ἐπὶ τοῦ μεταγράφειν
14. αὐτὸ παρεγένοντο πολλοὶ, καθάπερ καὶ τὰ ἄλλα ὅσα καθ’
15. ἓν ὄνομα τὴν ἀσάφειαν ἔχει. καὶ τινὲς μὲν τὴν δευτέραν
16. συλλαβὴν διὰ τοῦ γ καὶ ι γράφουσιν, ὀργίσασθαι, τινὲς δὲ
17. τὴν πρώτην διὰ τοῦ ε καὶ ρ, τὴν δὲ δευτέραν διὰ τοῦ γ
1. καὶ α, ἐργάσασθαι τὸ ὅμοιον. εἶτ’ ἐφεξῆς φασιν ἐν παραδείγματος
2. μοίρᾳ λελέχθαι τὸ οἷον ὀδύνη ὀδύνην παύει. γέγραπται
3. μὲν οὖν τοῦτο κατὰ πολλὰ τῶν ἀντιγράφων, ὀρθῶς
4. δὲ ἐν τοῖς κατὰ Διοσκορίδην οὐ γέγραπται. φαίνεται
5. μὲν γὰρ ὡς ἐξηγήσει προσγραφὲν ὑπό τινος, αὖθις δὲ εἰς
6. τοὔδαφος ὑπὸ τοῦ βιβλιογράφου μετατεθεῖσθαι. τό γε μὴν
7. διὰ τοῦ γ καὶ ι γραφόμενον ὀργίσασθαι πάνυ κακόζηλόν
8. ἐστι καὶ πόῤῥω τῆς Ἱπποκράτους ἑρμηνείας, ἐάν τε ἐφ’
9. ἡμῶν αὐτῶν ἐάν τε ἐπὶ τῶν θεραπευομένων λέγηται μορίων
10. ἐάν τε ἐπὶ τῶν χυμῶν. τὸ γὰρ οἷον εἰς ὀργὴν αὐτὰ
11. προτρέψαι καὶ ἐπεγεῖραι πρὸς τὴν ἔκκρισιν ἡγοῦνται δηλοῦσθαι
12. διὰ τοῦ ὀργήσασθαι ῥήματος. ἀλλὰ ταῦτα μὲν
13. εὐκαταφρόνητα καὶ σμικρὰ, καθάπερ καὶ πάνθ’ ὅσα περὶ
14. τῆς λέξεως ἐξήγηται, τῆς τῶν πραγμάτων ἀληθείας φυλαττομένης.
15. ἐὰν δὲ κᾀκεῖνα κινῆται, φευκτέον ἡμῖν ἐστὶ τὰς
16. τοιαύτας γραφὰς, ὥσπερ κᾀνταῦθα, σχεδὸν ἁπάντων τῶν
17. ἐξηγητῶν προσιεμένων, θεραπείας τινὰς ἐνίοτε διὰ τῶν
18. ὁμοίων γίνεσθαι, καὶ μὴ διὰ παντὸς ὑπὸ τῶν ἐναντίων,
1. ὅπερ αὐτὸς ὁ Ἱπποκράτης ὑπονοήσας τινὰς οἰήσεσθαι δι’ ἑνὸς
2. παραδείγματος ἐνεδείξατο τὴν ἀπάτην αὐτῶν, ἐν ἀφορισμοῖς
3. γράψας· ἔστιν ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος, νέῳ εὐσάρκῳ,
4. θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν
5. θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται. ψυχρὸν γὰρ πάθος
6. ὄντα τὸν τέτανον ὁμοίῳ βοηθήματι δόξει τις λύεσθαι,
7. ψυχρὸν ὕδωρ καταχέων αὐτῷ. τὸ δ’ οὐχ οὕτως ἔχει, θερμασίας
8. γὰρ ἐπανάκλησιν ποιησάμενον ὠφελεῖ, ὡς εἴ γε μὴ
9. ποιήσαιτο ταύτην, ἐσχάτως βλάψει. ὥσπερ δὲ τοῦτο δοκοῦν
10. εἶναι βοήθημα ψυχρὸν τῷ θερμαίνειν ὠφελεῖ ποτὲ
11. πάθος ψυχρὸν τὸν τέτανον, οὕτως ἕτερα θερμαίνοντα κατὰ
12. συμβεβηκὸς ψύχει, διαφοροῦντα τὴν πυρώδη θερμασίαν.
13. καί μοι περὶ τούτων ἐν ὅλῃ τῇ τῆς θεραπευτικῆς μεθόδου
14. πραγματείᾳ γέγραπται, διὰ τῶν ἐναντίων βοηθημάτων τῷ
15. πάθει τὴν θεραπείαν ἐπιδεικνύντι γίνεσθαι διὰ παντός. οἱ
16. δὲ δι’ ὀδύνης μείζονος ἡγούμενοι θεραπεύεσθαι τὴν ἐλάσσονα
17. μέγιστόν τι παρορῶσιν. οὐ γὰρ ἡ ὀδύνη τὴν θεραπείαν
18. ἐργάζεται τῆς ὀδύνης, ἀλλὰ τὸ σὺν τῇ ὀδύνη βοήθημα
1. τοῦ ποιοῦντος αὐτὴν πάθους. ἔμαθες γὰρ ὡς οὐδενὸς
2. συμπτώματος ἡ θεραπεία γίνεται πρώτως, ἀλλ’ ἀεὶ τῆς ἐργαζομένης
3. αὐτὸ διαθέσεως. εἰ δέ τις οὐδέποτε μὲν πρώτως,
4. ἐνίοτε δὲ κατὰ συμβεβηκὸς φαίη τὰ ὅμοια τῶν ὁμοίων
5. εἶναι θεραπευτικὰ, διὰ μέσων τῶν πρώτως ἐναντίων, ἀληθῆ
6. τέ φησι καὶ μεμάθηκας ἐπιστημονικῶς αὐτὸ διά τε τῆς θεραπευτικῆς
7. πραγματείας καὶ προσέτι διὰ τῶν εἰς τοὺς
8. ἀφορισμοὺς ὑπομνημάτων. ὃ δὲ λέγουσί τινες ὡς καύσας
9. τις ἰσχίον, ὡς ἐπὶ τῶν ἰσχιαδικῶν, δι’ ὀδύνης ὀδύνην ἰάσατο,
10. πρόδηλον ἔχει τὴν ἀτοπίαν. οὐ γὰρ διὰ τὴν ὀδύνην
11. ἐθεραπεύθη τὸ πάθος, ἀλλὰ διὰ τὴν καῦσιν, ᾗ συμβέβηκε
12. κατὰ τύχην ὀδύνη. θλάσας γέ τοί τις ἢ τεμὼν ἢ ὅπως
13. ἑτέρως εἰς ὀδύνην ἀγαγὼν τὸ μόριον οὐκ ἂν ἰάσαιτο.
14. καίτοι γ’ εἴπερ ἦν ἡ ὀδύνη τῆς ὠφελείας αἰτία, διὰ
15. παντὸς ἂν ἐθεράπευσε ἰσχιάδας. οὕτω δὲ καὶ τὸν ὀδυνώμενον
16. ὀδόντα δι’ ὀδοντάγρας κομισάμενός τις, ἀνώδυνον εἰργάσατο
17. τὸν ἄνθρωπον, οὐ διὰ τὴν γενομένην ὀδύνην διαιρουμένου
1. τοῦ ὀδόντος, ἀλλὰ διὰ τὴν διαίρεσιν ᾗ συνυπῆρχεν
2. ἡ ὀδύνη, ὡς εἴ γε καὶ χωρὶς ὀδύνης ἦν ἐξελεῖν αὐτὸν,
3. ὁμοίως ἂν ὁ κάμνων ἀνώδυνος ἐγένετο. καθάπερ γε καὶ
4. χωρὶς ἐξαιρέσεως, ἐὰν θλίβων τις ἢ διακινῶν αὐτὸν ὀδυνήσῃ,
5. τὸ μὲν ἄλγημα σφοδρότερον ἐποίησεν, οὐδὲν δὲ ὠφέλησεν.
6. ἑκατέρωσε τοίνυν εὔδηλόν ἐστιν ἀνωφελῆ τοῖς ὀδυνωμένοις
7. εἶναι τὴν ὀδύνην, ὅσον ἐφ’ αὑτῇ. διά τε γὰρ τῶν
8. ἀνωδύνων βοηθημάτων πολλὰ θεραπεύεται τῶν ὀδυνωμένων
9. μορίων, ἐφ’ ἑτέρων τε πολλάκις ὀδύναι μεγάλαι, διὰ τῶν
10. προσφερομένων ἔξωθεν γινόμεναι, παῦλαν οὐδεμίαν τοῖς
11. διά τι πάθος ὀδυνωμένοις ἐπιφέρουσιν. ἓν γὰρ μόνον ἐστὶ
12. τὸ ἰώμενον, ὅπερ ἂν ἐκκόπτῃ τὴν διάθεσιν ὁπωσοῦν, ἐάν τε
13. χωρὶς ὀδύνης, ἐάν τε σὺν ταύτῃ· κατὰ δὲ τὸν αὐτῆς λόγον
14. ὀδύνη παύειν ὀδύνην οὐ πέφυκεν, ἀλλὰ τοὐναντίον ἅπαν
15. παροξύνειν. τοῦτο μὲν οὖν τὸ παράδειγμα φανερῶς ἐστὶ
16. κίβδηλον, ἐφ’ ἕτερον δέ τι μεταβάντες ὧν εἰρήκασι καὶ τὴν
17. κατ’ ἐκεῖνον μοχθηρίαν θεασώμεθα. φασὶν οὖν ἔμετον ἐμέτῳ
1. θεραπεύεσθαι πολλάκις καὶ κλυστῆρι δριμεῖ διαχωρήματα
2. δακνώδη. ἔστι δὲ κᾀνταῦθα μία μὲν ἴασις ἐκκόψαι τὴν
3. διάθεσιν, ὑφ’ ἧς ἤτοι ναυτιώδεις εἰσὶν ἢ συνεχῶς ἐξίστανται
4. δακνόμενοι. γίνεται δὲ τοῦτο διττῶς, ὡς ἔμαθες, καθ’
5. ἕνα μὲν τρόπον ἐκκενωσάντων ἡμῶν τοὺς χυμοὺς, ὅσοι τήν
6. τε ναυτίαν καὶ τὴν τῶν ἐντέρων δῆξιν εἰργάσαντο. καθ’
7. ἕτερον δὲ, πεμψάντων τε καὶ μεταβαλλόντων εἰς ποιότητα
8. χρηστὴν ἢ ἐπικερασάντων. ἐδείχθη δὲ κᾀπὶ τούτων ἡ ἴασις
9. ὑπὸ τῶν ἐναντίων γινομένη. τό τε γὰρ ὅλως ἐκκενῶσαι
10. τὴν ἀλλότριόν τε καὶ παρὰ φύσιν χυμὸν ἐναντίον ἐστὶ τῷ
11. ἴσχειν, ἥ τε κατὰ ποιότητα μεταβολὴ διὰ τῆς ἐναντίας γίνεται
12. ποιότητος. ἀλλ’ οὐ χρὴ ζητεῖν ἐνταῦθα, δεδειγμένου
13. καθ’ ὅλην τὴν θεραπευτικὴν μέθοδον, ἀεὶ διὰ τῶν ἐναντίων
14. γίνεσθαι τὴν θεραπείαν. ἐπεὶ δὲ πολλάκις ἀπό τε τῶν ἐμπειρικῶν
15. καὶ τῶν μεθοδικῶν λόγων ἀναγόμενοι διαβάλλειν
16. ἐπιχειροῦσιν αὐτὸ, παραπλησίους λέγοντες λόγους, οὓς ἄρτι
1. διῆλθον, ἴσως ἄμεινόν ἐστι μετὰ τὸ συμπληρῶσαι τὴν ἐξήγησιν
2. τοῦ προκειμένου, ποιῆσαί τι βιβλίον, ἐν ᾧ δειχθήσεται
3. τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχοντα μόνα
4. πρώτως τε καὶ καθ’ ἑαυτά. κατὰ συμβεβηκὸς γὰρ καὶ φαλακρὸς
5. ἰατρὸς φαλακρὸν ἄῤῥωστον ὅμοιος ὅμοιον ἰᾶσθαι
6. δύναται καὶ φοξὸς φοξὸν καὶ χωλὸς χωλόν. τὸ δὲ γενησόμενον
7. βιβλίον ἐπιγραφήσεται περὶ τοῦ καλῶς ὑπὸ Ἱπποκράτους
8. εἰρῆσθαι, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα.
9. νυνὶ δ’ ἀφικόμεθα πάλιν ἐπὶ τὴν τῆς προκειμένης ῥήσεως
10. ἐξήγησιν, ἐν ἧ διὰ τοῦ ε καὶ ρ τὴν πρώτην συλλαβὴν ἔφην
11. ἐν τοῖς παλαιοῖς ἀντιγράφοις γεγράφθαι, μετὰ τοῦ καὶ τοὺς
12. παλαιοτάτους ἐξηγητὰς ἐπίστασθαι ταύτην. ἐφυλάξαντο δὲ
13. αὐτὴν καὶ οἱ περὶ τὸν Διοσκορίδην καίτοι πολλὰς τῶν ἀρχαίων
14. γραφῶν ὑπαλλάττοντες. εἴη ἂν οὖν ὁ Ἱπποκράτης
15. ὡς ἐν ὑπομνήματι γεγραφὼς ἑαυτῷ καθάπερ ἄλλας
16. πολλὰς συμβολικῶς τε καὶ βραχέως, οὕτω καὶ τὸ ἐργάσασθαι
17. τὸ ὅμοιον προειρηκὼς ὡς ἐνίοτε βέλτιόν ἐστι
18. συμπράττειν τοῖς κρινομένοις, ἐπήνεγκεν ὁρμᾶσθαι τὸ ὅμοιον,
1. τουτέστιν ἀναμίξαι τῷ κενουμένῳ καλῶς χυμῷ τὸ ὅμοιον.
2. ἐγχωρεῖ δὲ καὶ τὸ ἐπιφερόμενον αὐτῷ, τὰ ἀνόμοια, κατὰ
3. τὴν αὐτὴν διάνοιαν ἐξηγήσασθαι. καὶ γὰρ καὶ τοὺς ἀνομοίους
4. χυμοὺς συνεκχυμοῦν προσήκει τοῖς καλῶς κενουμένοις.
5. εἰ δὲ κᾀπὶ τοῦ μεταβάλλειν καὶ ἀλλοιῶσαι καὶ πέψαι βούλοιτό
6. τις ἀκούειν τὸ ἐργάσασθαι, καὶ οὕτω ἂν ἔχοι νοῦν
7. ἰατρικὸν ἡ λέξις. ἐὰν γὰρ ἐκκρίνηταί τις καλῶς χυμὸς,
8. συνεκχυμῶσαι τούτῳ, τουτέστιν ἐξομοιῶσαί τε καὶ συνεκκρῖναι
9. προσήκει τοὺς δεομένους κενώσεως, ἐάν τε ὁμοιότητά
10. τινα ἔχωσι πρὸς αὐτὸν, ἐάν τε ἀνομοιότητα, δυνατόν ἐστι
11. καὶ διελόντα τὴν λέξιν ὡς τελευτὴν ποιήσασθαι τῆς προτέρας
12. ἐργάσασθαι τὸ ὅμοιον, τῆς δὲ δευτέρας, ἐπ’ αὐτὴν
13. πάλιν ἀρχὴν ποιήσασθαι τήνδε, τὰ ἀνόμοια, εἰ ῥέποι
14. ἄνω ἀρθέντα, κάτω λύειν, ὡς εἶναι τὴν διάνοιαν τοιάνδε,
15. τὰ ἀνόμοια ὑγρὰ τοῖς μορίοις εἰς ἅπαν, ἄνω μὲν ἀρθέντα,
16. κάτω λύειν, εἰ δὲ κάτω ῥέψειεν, ἀντισπᾷν ἄνω, νοούντων
17. ἡμῶν ἀνόμοια λελέχθαι, τὰ τοῖς τόποις οὐκ οἰκεῖα. τὴν δ’
1. αὐτὴν ἐξήγησιν ποιησόμεθα καὶ κατὰ τὴν ἑτέραν γραφὴν,
2. ἐφ’ ἧς ἡ πρώτη συλλαβὴ διὰ τοῦ ο καὶ ῥ γέγραπται. τὸ
3. γὰρ ὀργίσασθαι τὸ ὅμοιον ἐροῦμεν δηλοῦν ἕκαστον ἡμῶν
4. ἐργάσασθαι χρῆναι ἐκχυμουμένους χυμοὺς, ὁμοίους τοῖς
5. κενουμένοις, ὡσαύτως δὲ καὶ τοὺς ἀνομοίους ὁμοίους ποιητέον.
6. δύναται δ’ ἴσως, ὥσπερ ᾠήθησαν ἔνιοι, ὀργίσασθαι
7. ἐκ μεταφορᾶς ἀπὸ τῶν ὀργώντων εἰρῆσθαι ζώων. καὶ γὰρ
8. φαίνεται χρώμενος αὐτὸς οὕτως ὅταν εἴπῃ, φαρμακεύειν
9. ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ αὐθημερόν. ἐπὶ γὰρ τῶν
10. ἑτοιμοτάτων εἰς ἔκκρισιν ἐπειγομένων τε πρὸς κένωσιν ὑγρῶν,
11. ἐνταῦθά τε καὶ κατ’ ἄλλους ἀφορισμοὺς φαίνεται χρώμενος
12. τῇ ὀργᾷν φωνῇ. οὕτως οὖν καὶ νῦν εἰκός φασιν εἰρῆσθαι
13. περὶ τῶν χυμῶν, ὀργίσασθαι, τὸ πρὸς ἔκκρισιν ἑτοίμους
14. αὐτοὺς παρασκευάσαι, πάλιν οὖν ἀφ’ ἑτέρας ἀρχῆς εἴς τι
15. χρήσιμον ἀγάγωμεν ὡς οἷόν τε τὸν λόγον. ἐπεὶ γὰρ ἔφη
16. τὰ ἄνω ἀρθέντα, κάτω λύειν καὶ τὰ ἐναντία τὸ αὐτὸ, τὰ
17. μὲν ἀρθέντα τὰ οἷον ὁρμήσαντα δηλοῦν ἡγητέον, ἵνα περὶ
1. τῆς πρώτης γενέσεως τοῦ πάθους ὁ λόγος αὐτῷ γένηται,
2. κελεύοντι πρὸς τοὺς ἐναντίους τόπους ἀντισπᾷν αὐτίκα,
3. κάτωθεν μὲν ἐπὶ τῶν ἄνωθεν ἐχόντων τὴν γένεσιν, ἄνωθεν
4. δὲ ἐπὶ τῶν κάτωθεν, ὅπως τῷ μὲν αὐτῷ λογισμῷ χρώμενοι
5. τὴν βοήθειαν ποιώμεθα, πρὸς διαφέροντας δὲ ἄγωμεν
6. τόπους. ἐὰν γοῦν αἰσθώμεθα κατασκῆπτον εἰς πόδας
7. καὶ σκέλη ῥεῦμα, διὰ τῶν κατ’ ἀγκῶνα φλεβῶν ἀφαιρήσομεν
8. αἵματος ἢ καθαίρωμεν ἐμέτοις, οὐχ ὥσπερ ἔνιοι νομίζουσι
9. μηδέποτε ἀντισπᾷν ἄνω, κᾂν εἰς τὰ κάτω χωρία
10. τὴν ὁρμὴν τῶν χυμῶν ποιησαμένων μέγα τι μέλλῃ γενέσθαι
11. πάθος ἐν αὐτοῖς. ἔστι δὲ καὶ τὸ ἄνωθεν ἀρθέντα νοεῖν
12. εἰρῆσθαι κατὰ τῶν ὁρμησάντων χυμῶν ἄνω, ἵνα τὰ ἀρθέντα
13. κυριώτερον ᾖ λελεγμένον. ἡ μέντοι διάνοια ἡ αὐτὴ
14. καὶ νῦν μένει. τοὺς μὲν γὰρ αἰρομένους ἄνω χυμοὺς, τουτέστι
15. μετεωριζομένους, ἀντισπᾷν χρὴ κάτω μὴ καλῶς ὁρμῶντας,
16. τοὺς δ’ ἔμπαλιν ἐναντίως, οἷον ἐπὶ κεφαλῆς κάθαρσιν
17. διὰ ὑπηλάτου φαρμάκου, παραλαμβάνοντας καὶ φλεβοτομίαν
18. ἀπ’ ἀγκῶνος. ἀμφότερα γὰρ ἐκκενοῦσι καὶ ἀντισπῶσι κάτω.
1. πιθανὸν δέ ἐστι καὶ τἀναντία λελέχθαι πρὸς αὐτοῦ
2. κατὰ τοιαύτην τινὰ διάνοιαν. τὰ ἄνωθεν ἀρθέντα καὶ
3. γεννηθέντα πάθη κάτω μὲν ἀντισπᾷν εὐθέως ἐν ἀρχῇ προσήκει.
4. καὶ τἀναντία δὲ τούτων πράττειν ἐφεξῆς, ὅπερ ἐστὶ
5. τοπικῶς κενοῦν, οἷον ἐπὶ κεφαλῆς. τῷ γοῦν ὄπισθεν κεφαλῆς
6. ὀδυνωμένῳ ἐν μετώπῳ ἡ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφελέει, τοπικὸν
7. οὖσα βοήθημα.