Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.1, ed. Kühn, 1828, vol. 17b, p. 1-7. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ

Γ.


2. Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης,
3. ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις. ἡ κοιλίης
4. νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις· ἡ τῶν ἀγγείων ἀκαθαρσία,
5. ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης· ἡ τῶν
6. ὀργάνων τρίψις.

8. Ἔνιοι μὲν ἡγοῦνται κατάλογον εἶναι τῶν γνωστέων τοῖς
9. ἰατροῖς. φαίνεται δὲ μᾶλλον ἐν συζυγίᾳ λελέχθαι τινὰ τῶν
1. ἐζευγμένων ἀλλήλοις πραγμάτων καὶ πρώτη μὲν εἰρῆσθαι
2. συζυγία, καθ’ ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης
3. πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν,
4. τουτέστιν ἐπεχομένην τε καὶ στεγνὴν, ὅτι διὰ τοῦ δέρματος
5. ἐκκενοῦται πολλά. καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι
6. κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι
7. κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία, ἡ δέρματος
8. σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν
9. καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι
10. πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης
11. ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν.
12. ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν
13. δ’ ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀῤῥωστίαν
14. τῆς γαστρὸς, ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ
15. σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δ’ ἐφεξῆς εἰρημένον, ἡ
16. τῶν ἀγγείων ἀκαθαρσία, δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ
17. συνάπτεσθαι. τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ
18. τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις αἴτιον γίνεται. δύναται
1. δὲ καὶ χωρὶς τοῦ συνάπτεσθαι τῇ ναρκώσει τῆς κοιλίας
2. ἀκούεσθαι τῆς κατὰ τὰς φλέβας μοχθηρᾶς πέψεως,
3. ἵν’ ὥσπερ ἡ κατὰ τὴν γαστέρα πέψις οὐ καλῶς ἐπιτελουμένη
4. πολλὰ συγχεῖ καθ’ ὅλον τὸ ζῶον, οὕτω καὶ ἡ κατὰ
5. τὰς φλέβας ἀποτυγχανομένη πρῶτον μὲν ἀκαθαρσίαν ἐν
6. ταῖς φλεψὶ ποιεῖ, τουτέστι μοχθηρῶν χυμῶν πλεονεξίαν,
7. εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥστε τὸ μεταξὺ τῆς τε κοιλίας
8. νάρκωσις καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρσία κοινὸν
9. ἀμφοῖν εἶναι, ὅπερ αὐτὸς ὠνόμασε τῶν ὅλων σύγχυσιν. τὸ
10. δ’ ἐφεξῆς εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης,
11. ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν, ὅταν ὁ ἐγκέφαλος
12. ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολὺ, συμβαίνει δὲ τοῦτο
13. τοῖς ξηρότερον αὐτὸν ἔχουσι φύσει, τότ’ ἀφίσταται τῶν
14. ὑπερκειμένων ὀστῶν, ἃ καλοῦσιν οἱ ἀνατομικοὶ βρέγματα.
15. ἔστι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκάτερον δὲ εὐθείαις
16. γραμμαῖς τέτταρσι, μία μὲν τῇ κατὰ τὸ μῆκος ῥαφῇ, κοινῇ
17. οὔσῃ ἀμφοτέροις τοῖς ὀστοῖς, ὄπισθεν δὲ ταῖς πλευραῖς τοῦ
18. λαμβδοειδοῦς, ἔμπροσθεν δὲ ταῖς τῆς στεφανιαίας, ἑκατέρωθι
1. δὲ ταῖς λεπιδοειδέσι. τῶν δ’ ἄλλων μερῶν τοῦ κρανίου
2. μάλιστα μὲν οὐδ’ ἀφίσταται πλέον ὁ ἐγκέφαλος, εἰ δὲ
3. καὶ ἀποσταίη ποτὲ, διὰ γοῦν τὰς ὑποκειμένας τοῖς ὀστοῖς
4. τὰς σάρκας οὐκ ἀπόλλυται παντάπασιν ἡ τοῦ δέρματος ὑγρότης,
5. ὡς οὐδὲ τρίχες. ἐμάθετε γὰρ ἐν τοῖς περὶ κράσεων
6. ὑπομνήμασι μήτ’ ἐκ τοῦ ἐνυγροῦ δέρματος φύεσθαι τρίχας
7. μήτ’ ἐκ τοῦ ξηρανθέντος σφοδρῶς. ὑγρὸν μὲν οὖν ἐστι τὸ
8. περὶ τὴν κεφαλὴν δέρμα παισὶ καὶ γυναιξὶ καὶ τοῖς εὐνούχοις,
9. ξηρὸν δ’ ἀμέτρως τοῖς φαλακροῖς. ὅτι δὲ ἐγκέφαλος
10. ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρανίου, μαλακὸς ὢν καὶ ὑγρὸς
11. ἅπασάν τε τὴν ἔνδον εὐρυχωρίαν κατείληφε, τοῖς γηρῶσι δ’
12. ἀφίσταται, ξηραινόμενός τε καὶ συνιζάνων, ἐθεάσασθε πολλάκις
13. ἐν ταῖς τῶν ζώων ἀνατομαῖς. νυνὶ δ’ οὐκ ἀπόδειξις
14. πρόκειται γράφειν τῶν Ἱπποκράτους δογμάτων, ὅτι μὴ παρ’
15. ἔργον, ἀλλ’ ἐξηγεῖσθαι τὴν ἀσαφῆ λέξιν, ἅμα δὲ τῷ διὰ
16. κεφαλαίων ἐνίοτε τὰς αἰτίας προστιθέναι κατὰ τὴν ἀκολουθίαν
17. τῶν ἀποδεδειγμένων δογμάτων. ὅτι δ’ ἀνάλωσιν
18. ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡς ἐκδαπανηθῆναι παντάπασιν
1. αὐτὸν, οὐδ’ ἐπινοῆσαι δυνατὸν ἐν ζῶντι ζώῳ γενέσθαι
2. παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτ’ ἂν
3. ἀκούειν ἀνάλωσιν ἐγκεφάλου τὴν μείωσιν, ἣν διὰ ξηρότητα
4. γίνεσθαι τοῖς φαλακρουμένοις ἔφην, ὥστε τὰ τοῦ βρέγματος
5. ὀστᾶ χαυνότερα καὶ ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν
6. ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου,
7. μηκέτ’ ἐξικνουμένου πρὸς αὐτὰ μήτ’ ἅπτεσθαι δυναμένου.
8. συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενος ἐπὶ τὴν
9. ἑαυτοῦ βάσιν. ἀκόλουθον δέ ἐστι τοῦ ὀστῶν τούτων ξηρανθέντων
10. ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα
11. καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὰ ἐπὶ τῶν
12. φαλακρῶν, ὡς μηδὲ δεῖσθαι ἀποδείξεως λογικῆς. ὅταν γε
13. μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων
14. ἐν ἐσχάτῃ γήρᾳ συμβαίνει καὶ τὰς τῶν νεύρων
15. ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα. διὰ τοῦτο
16. μήθ’ ὁρᾷν ὁμοίως ἐστὶ μήτ’ ἀκούειν μήτ’ ἄλλο τι τοῦ κατὰ
17. τὰς αἰσθήσεις ἢ τὰς καθ’ ὁρμὴν κινήσεις ἐῤῥωμένως ἐπιτελεῖν,
18. ἀλλ’ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄῤῥωστα γίγνεται
1. τὰ κατὰ ταύτας ὄργανα, δι’ ὧν ἐπετέλουν τὸ πρότερον,
2. ὅπερ εἰκὸς αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶς
3. τῶν τριβομένων ἱματίων καὶ σκευῶν, χρησάμενον τῇ
4. προσηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα σφῶν
5. αὐτῶν γινόμενα, μετὰ τὰς πολυχρονίους χρήσεις, ἡνίκα κατατετρίφθαι
6. λέγομεν αὐτά. τινὲς μέντοι τὸ κατὰ συζυγίαν
7. ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήσαντες ὅλως ἕκαστόν τε
8. τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι συμβουλεύειν ἐν τῇ
9. ῥήσει ταύτῃ τὸν Ἱπποκράτην φασὶ τὰς δυνάμεις αὐτῶν ἐπισκοπεῖσθαι,
10. οἷς εὐθέως ἡ τοῦ δέρματος ἀραιότης, πρώτη
11. γὰρ αὕτη γέγραπται, γινώσκειν φασὶ προσήκειν τί δύναται,
12. χάριν τοῦ καὶ ποιεῖν αὐτὴν ὁπότε χρείαν ἔχομεν, ἀναιρεῖν
13. δ’, ὁπότ’ οὐκ εἴη χρεία. γέγραπται γοῦν, φασὶ, κᾀν τῷ περὶ
14. τροφῆς, ἀραιότης σώματος ἐς διαπνοὴν οἷς πλεῖστον ἀφαιρεῖται
15. ὑγιεινότεροι, οἷς δ’ ἔλαττον νοσερώτεροι. ἀλλὰ
16. τούτοις γε μάχεται τὸ μεταξὺ γεγράφθαι τὸ κοιλίης πυκνότης,
17. τοῦ δέρματος σύνδεσις, εἴπερ ἦν κατάλογος πραγμάτων
18. εἰς γνῶσιν χρησίμων ἰατρῶν. καὶ μέντοι καὶ τὸ τούτων
1. ἐφεξῆς οὕτως εἰρημένον, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων
2. σύγχυσις, ἐνδεικτικόν ἐστι τοῦ γράφειν αὐτὸν ὅσα συνυπάρχειν
3. ἀλλήλοις πέφυκεν, οὐχ ἁπλῶς τινές εἰσι διαθέσεις
4. ἐν τῷ σώματι συνιστάμεναι, γινώσκεσθαι δεόμεναι. τὸ γὰρ
5. ἡ τῶν ὅλων σύγχυσις οὐ διαθέσεώς ἐστι δηλωτικὸν, ἀλλὰ
6. τῶν ἐπὶ διαθέσει μοχθηρᾷ γινομένων κακῶν.

Cliquer un n° de page pour en afficher l’image