7. Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν,
8. ὡς οἶμαι, ὑποστροφαί.
10. Ὑπακοῦσαι χρὴ παυσαμένου τοῦ πυρετοῦ. πῶς γὰρ
11. ἂν ἄλλως ἧττον αὐτοῖς εἶναι νομίσωμεν ὑποστροφὰς, ἢν μὴ
12. παύσαιτο πρότερον; εἰ δ’ ἀφέλοιμεν τὸ ἧσσον ἀπὸ ταύτης
13. τῆς ῥήσεως, ὡς ἐνίοις ἔδοξεν, ὕστατον τοῖς προηγουμένοις
14. αὐτὸ τάξασι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγος ἕξει τοῖς
15. ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν ἐπὶ πυρετῄνασιν
16. ὑποστροφὰς γίνεσθαι νοσούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπασι
17. ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανότητι τὰ ζητούμενα διορίζοντες,
1. ἀλλὰ τοῖς ἐναργῶς ἐπὶ τῶν ἀῤῥώστων ὁρωμένοις,
2. ἐὰν καὶ νῦν ποιήσωμεν, εὑρήσομεν ὀρθῶς προτεταγμένον τῆς
3. ῥήσεως τῆσδε τὸ ἧσσον. ὁ γὰρ πυρετὸς ἐπιγενόμενος κορύζαις
4. καὶ βράγχοις βεβαιοτέραν αὐτῶν ποιεῖται πέψιν, ὡς
5. μηκέτ’ αὖ ὑποστροφὴν γίνεσθαι ῥᾳδίως, μηδ’ ἂν ἁμάρτωσί
6. τι, τῶν ἄλλως τοῦ πυρέττειν ἄνευ τοιαύτης αἰτίας ὑποστροφαῖς
7. ἁλισκομένων ἐπὶ τοῖς ἁμαρτήμασι. διὰ τί δὲ
8. πρόσκειται τῷ λόγῳ τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν;
9. οὐ γὰρ δὴ ἀπ’ ἄλλου τινὸς γίνονται μορίου κορυζώδεις.
10. ἐγχωρεῖ μὲν οὖν καὶ οὕτως εἰρῆσθαι τὸν λόγον ὡς κατὰ
11. τήνδε τὴν ῥῆσιν εἴρηται, σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν,
12. ἐγχωρεῖ δὲ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖς ἐμνημόνευσε,
13. προσθεῖναι τὸ ἀπὸ κεφαλῆς, ἐπειδὴ καὶ ἄλλως γίνονται
14. βράγχοι. δυνατὸν δὲ καὶ τοῖς ἀπὸ κεφαλῆς εἰρῆσθαι, γράψαντος
15. αὐτοῦ πρὸς ἀνάμνησιν ἑαυτῷ συντόμως, ἕνεκα διορισμοῦ
16. πρὸς τὰς ἀπό τινος ἔξωθεν αἰτίας μικρὰς γινομένας
1. κορύζας, ἵν’ ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον,
2. ὅσοι διὰ φυσικὴν ἀσθένειαν τῆς κεφαλῆς ἑτοίμως ἁλίσκονται
3. τῷ παθήματι. τούτους γὰρ ἄν τις εἰκότως ἀπὸ κεφαλῆς
4. ὀνομάζοι κορυζώδεις οὐκ ἀπὸ ψύξεως ἢ ἐγκαύσεως ἤ
5. τινος ἁπλῶς ἔξωθεν αἰτίας. τὸ δ’, οἶμαι, κατά τινα τῶν
6. ἀντιγράφων πρόσκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ
7. ὧν ἀπεφήνατο. λόγον δ’ ἔχει καὶ χωρὶς τοῦ, οἶμαι, γράφειν,
8. ἀληθοῦς γε ὄντος τοῦ λεγομένου. διὰ δὲ τῆς ἐφεξῆς
9. γεγραμμένης ῥήσεως ἀπόδειξιν ὧν ὀρθῶς ἀπεφήνατο προσέθηκεν.
10. ἐπ’ αὐτὴν οὖν ἤδη μεταβῶμεν.