Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.12, ed. Kühn, 1828, vol. 17b, p. 25-32. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.12


8. Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ,
9. οἷσι δ’ ἐν τούτοισι ψόφος ὡς Ἀρκεσιλάῳ.

11. Ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει καὶ τινες προστιθέασιν
12. αὐτῇ τὸ, ὅταν ἄρχωνται, τὸ κατὰ τὴν ἀρχὴν
13. εἰρημένον, οἷσιν, ἀφαιροῦντες καὶ ποιοῦντες τὴν λέξιν τοιαύτην·
14. ὅταν ἄρχωνται ἀφροδισιάζειν, φυσᾶται ἡ γαστὴρ, βουλόμενοι
15. τοὺς ἀρχομένους ἀφροδισίων, τουτέστι τοὺς πρῶτον
16. ἐπιχειροῦντας τῷ ἔργῳ τούτῳ πάσχειν τὰ τῆς ῥήσεως ἐφεξῆς
17. δηλούμενα. καίτοι τὴν γραφὴν ταύτην οὔτε βιβλίον
1. τι παλαιὸν οὔτ’ ἐξηγητὴς οἶδεν. ἀλλ’ ὅμως οἱ περὶ τὸν
2. Σαβῖνον ἐπὶ τῶν ἀρχομένων ἀφροδισιάζειν τὸν λόγον αὐτῷ
3. εἶναί φασιν, καίτοι μνημονεύσαντος αὐτονομαστὶ τοῦ Ἱπποκράτους
4. ἑνὸς ἀνθρώπου τοῦ Δαμαγόρου. τοῦτο δ’ εἴωθε
5. ποιεῖν ὅταν ὀλίγοις τισὶ γενόμενον πρᾶγμα διέρχεται. καὶ
6. χωρὶς δὲ τοῦ γεγραφέναι τι περὶ τούτων Ἱπποκράτει τὸ
7. φαινόμενον ἐχρῆν ἐκ τῆς πείρας μαθεῖν. οὐ γὰρ συμβαίνει
8. τοῖς ἀρχομένοις ἀφροδισίων ἐμφυσᾶσθαι τὴν κοιλίαν ἢ
9. ψόφον ἴσχειν ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἐνίοις ἐν τῷ
10. σπανίῳ τῶν παρακμαζόντων τε καὶ τὸ καλούμενον πάθημα
11. φυσῶδές τε καὶ ὑποχονδριακὸν καὶ μελαγχολικὸν ἐχόντων,
12. ἐμφυσᾶσθαι συμβαίνει μᾶλλον τὴν γαστέρα, ὅταν ἀφροδισίοις
13. χρήσωνται. τοῖς δ’ αὐτοῖς τούτοις ὑπάρχει καὶ τὸ
14. συνεχὲς ὀρέγεσθαι μίξεως. ὅπερ οὖν πολλάκις ἤδη πρόσθεν
15. εἶπον, ἐάν τε παραλείπω τὰς γραφὰς ἃς ἐποιήσατο κατὰ
16. τήνδε τὴν ῥῆσιν ἐάν τ’ εἴπω πάσας, ἑκατέρως μέμψονται
17. πολλοὶ, ταῖς ἑαυτῶν ἐπιθυμίαις κρίνοντες τὸ σύμμετρον ἐν
18. τοῖς λόγοις, οὐ τῇ τῶν πραγμάτων φύσει. καὶ μέντοι κᾀν
1. τινα μὲν εἴπω τῶν εἰρημένων τε καὶ γεγραμμένων, τινὰ δὲ
2. παραλείπω, καὶ οὕτως ἔσονταί τινες οἱ μεμψόμενοι τινὰ
3. μὲν τῶν εἰρημένων, ὡς ἐχρῆν παραλελεῖφθαι καὶ ταῦτα ληρώδη
4. γε ὄντα, τινὰ δὲ τῶν παραλελειμμένων, ὡς ἐχρῆν εἰρῆσθαι,
5. μὴ χείρω τῶν εἰρημένων ὄντα. κατὰ μὲν γὰρ τὰς
6. ὁσημέραι γινομένας συνουσίας, ὁποίαν τινὰ βούλωνται τὴν
7. ἐξήγησιν ἀκούειν οἱ παρόντες, αὐτῶν ἐκείνων πυθόμενοι,
8. ἁρμόττεσθαι πειρῶνται ταῖς βουλήσεσιν αὐτῶν. ἐν βιβλίῳ
9. δ’ οὐκ ἔστι πρᾶξαι τοῦτο. διόπερ εἱλόμην ἐν μὲν ταῖς
10. πλείσταις τῶν ῥήσεων ἢ μηδ’ ὅλως μνημονεύειν τῶν ὑπαλλαττόντων
11. τὴν ἀρχαίαν γραφὴν, ἢ παντάπασιν ἀλλοκότως
12. ἐξηγησαμένων. ἐπί τινων δ’ ἤτοι τὰ μὴ παντάπασιν ἀπιθάνως
13. εἰρημένα μεμνῆσθαι χρὴ τοὺς ἀναγινώσκοντας
14. τὰ ὑπομνήματα, καθ’ ἑκάστην τὴν ῥῆσιν ἀναμιμνήσκειν
15. αὐτῶν ἐπαχθές. ὅπερ οὖν ἔλεγον, οἱ μὲν περὶ τὸν
16. Σαβῖνον ὡς πρώην τοῖς τῶν ἀφροδισίων πειρωμένοις συμβαίνει
17. τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα πάσχειν ὡς ἀληθὲς
18. ὑποθέμενοι πειρῶνται λέγειν τὴν αἰτίαν αὐτοῦ, τινὲς δ’
1. ἔμπαλιν τοῖσδε τὴν γραφὴν τῆς λέξεως ἐποιήσαντο τοιάνδε·
2. εἰσὶν οἷσιν ὅταν ἀφροδισιάζωσι φυσᾶται ἡ γαστήρ. οἱ μὲν
3. περὶ τὸν Σαβῖνον οὐκ ἀλόγως φασὶ τοῖς ἀφροδισιάζειν ἀρχομένοις
4. τοῦτο συμβαίνειν· πρῶτον μὲν, ὅτι μέγας ὁ ξενισμὸς
5. γίνεται περὶ τὸ σῶμα. γράφουσι γὰρ οὕτως αὐτοὶ,
6. δι’ ὃν ξενισμὸν, φύσην, ἐπιληψίαν τε καὶ νεφρίτιδας αὐτοῖς,
7. ἕτερά τε χρόνια γίνεσθαι. ἔπειτα δὲ καὶ ὅτι Δημόκριτος
8. εἶπεν, ἄνθρωπος ἐξ ἀνθρώπου ἐν ταῖς συνουσίαις ἐκθόρνυται.
9. καὶ μέντοι καὶ διότι φασὶ πολὺν ὀδαξησμὸν διὰ τὴν
10. ἀλήθειαν τοῦ θερμοῦ καὶ τὴν δριμύτητα πάσχουσι καὶ κοινοῦ
11. γε, ὡς λέγουσιν, ὄντος τοῦ λόγου θηλειῶν τε καὶ ἀῤῥένων,
12. ἐπὶ θηλειῶν φασὶ σαφῆ τὴν αἰτίαν εἶναι. τῇ γὰρ
13. ὑστέρᾳ τὸ μὲν ἔντερον ὑπεστόρεσται, ἡ κύστις δ’ ἐπίκειται.
14. εἰκὸς οὖν ἐντεινομένην αὐτὴν καὶ σφριγῶσαν ἐπέχειν τὴν
15. ἀμφοτέρων ἀπόκρισιν. ἐναπολαμβανομένης οὖν τῆς φύσης
16. συνεχῶς ἐμπνευματοῦσθαι καὶ τοῦ οὔρου δὲ κατεχομένου τὸ
17. ἐπιγάστριον οἰδεῖν. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Σαβῖνον
18. λέγουσιν, ἀπιθάνους αἰτίας ἀποδιδόντες τῶν μὴ γινομένων.
1. οὐ γὰρ συμβαίνει ταῦτα τοῖς ἀρχομένοις ἀφροδισίων μειρακίοις,
2. ἀλλὰ τοῖς μελαγχολικοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις,
3. οἳ καὶ μετὰ τὴν παρακμαστικὴν ἡλικίαν τὰ τοιαῦτα πάσχουσιν.
4. ὅλως γὰρ τὸ φύσης ἐμπίπλασθαι δι’ ἀσθένειαν
5. γίνεται τῆς ἐμφύτου θερμασίας. ἐῤῥωμένης γὰρ ταύτης
6. τῶν τοιούτων οὐδὲν συμβαίνει. Ἀριστοτέλης δ’ ἐν τοῖς
7. προβλήμασι καὶ τὴν αἰτίαν ζητεῖ, δι’ ἣν ἀφροδισιαστικοὺς
8. συμβαίνει γίνεσθαι τοὺς μελαγχολικούς. ἀθροίζεσθαί τε
9. πνεῦμά φησιν αὐτοῖς ἐν ὑποχονδρίοις φυσῶδες οὐκ ὀλίγον,
10. διὸ πνευματώδη τε καὶ ὑποχονδριακὰ προσαγορεύεσθαι τὰ
11. τοιαῦτα πάθη καὶ Διοκλῆς τε καὶ Πλειστόνικος, ἕτεροί τε
12. πολλοὶ τῶν ἰατρῶν οὕτως ὀνομάζεσθαί φασιν αὐτὰ, οὐ χεῖρον
13. δὲ καὶ λέξιν τινὰ τῶν τῷ Ἀριστοτέλει γεγραμμένων
14. εἰπεῖν ἔχουσαν ὧδε· διὰ τί οἱ μελαγχολικοί εἰσιν
15. ἀφροδισιαστικοί; ἢ ὅτι πνευματώδεις; τὸ γὰρ σπέρμα πνεύματος
16. ἔξοδος ἐστί. διότι οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη
17. πολλάκις ἐπιθυμεῖν καθαίρεσθαι, κουφίζονται γάρ. διὰ
18. τοῦτ’ οὖν καὶ Ῥοῦφος ἔλεγεν ἀντὶ τοῦ ψόφος, εἵλετο γράφειν
1. φόβος, ἵνα ὁ λόγος ᾖ τῷ Ἱπποκράτει περὶ τῶν μελαγχολικῶν,
2. οἷς ἐστὶν ἰδιαίτατος ὁ φόβος, ἄλλῳ μὲν γὰρ ἄλλο
3. φοβερόν. ἕν γοῦν τι πάντως καθ’ ἕκαστον αὐτῶν, ὅταν γε
4. τὰ μέτρια δυσθυμοῦσιν. εἰ δὲ μὴ καὶ δύο καὶ πλείω καὶ
5. πάνυ πολλὰ, καί τισιν αὐτῶν ἅπαντα. γενήσεται οὖν κατὰ
6. μὲν τὸν Ῥοῦφον ἡ λέξις οὕτως ἔχουσα. οἷσιν, ὅταν ἀφροδισιάζωσι,
7. φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ, ὅθεν τούτοις
8. ὁ φόβος. κατὰ δὲ τοὺς παλαιοὺς ἐξηγητὰς, ὡς ἐν ἀρχῇ
9. γέγραπται, τὴν γὰρ ἐκείνων γραφὴν ἀεὶ προστίθημι, κᾂν
10. ἡμαρτῆσθαι δοκεῖ κατὰ τοὺς πρώτους ἀντιγραψαμένους.
11. ἄμεινον γὰρ, ὡς εἶπον ἤδη πολλάκις, ὅπως εὑρέθη γεγραμμένον
12. εἰπόντας οὕτως ἤδη προσεπινοεῖν αὐτούς τι δηλοῦντας
13. αὐτὸ τοῦτο. λέλεκται δὲ καὶ ἡ περὶ τὸν Σαβῖνον ἐξήγησις.
14. Καπίτων δὲ οὕτως ἔγραψεν, οἷς ἔστιν, ὅταν ἀφροδισιάζωσι,
15. φυσᾶται ἡ γαστὴρ, ὡς Δαμαγόρᾳ, οἷσι δ’ ἐν
16. τούτοισι, ψόφος. Διοσκορίδης δὲ οὕτως· οἷσι μὲν ὅταν
1. ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμαγόρᾳ, οἷσιν ἐν
2. τούτοισι ψόφος. ἀφεῖλε γὰρ οὗτος τὸ δ’, οὐ μὴν οὐδὲ κατὰ
3. τὴν ἐξήγησιν τοῦ ψόφος ὀνόματος ὡμολόγησαν ἀλλήλοις οἱ
4. ἐξηγηταὶ, τινὲς μὲν βορβορυγμὸν δηλοῦσθαι λέγοντες, ἔνιοι
5. ἐρυγὴν, ἔνιοι δὲ τὰς κάτω διεξιούσας φύσας, ἔνιοι δ’ ὅ τι
6. ἂν ᾖ τούτων ἁπλῶς. εἴ τις οὖν ἐν τοῖς ἐντέροις κίνησις
7. αἰσθητὴ ταῖς ἀκοαῖς, εἰσὶ γὰρ καὶ ἄλλαι τινὲς, ἔξωθεν τῶν
8. βορβορυγμῶν ἐν τοῖς ἐντέροις κινήσεις τε καὶ ψόφοι, τινὲς
9. μὲν ἤχοις ἐοικότες, τινὲς δὲ συριγμοῖς, ἤ τινι τοιούτῳ τρόπῳ
10. ψόφῳ. Ἀρκεσίλαος δέ φησιν οὐ μόνον ἐφυσᾶτο ἡ γαστὴρ,
11. ἀλλὰ καὶ ᾤδει, τουτέστιν οἴδημα εἶχεν. εἴρηκα δὲ
12. ἤδη πολλάκις οἴδημα καλεῖν αὐτὸν ἅπαντα τὸν παρὰ φύσιν
13. ὄγκον, εἴτε φλεγμονῶδες εἴτ’ ἐρυσιπελατώδης εἴτε
14. σκιῤῥώδης εἴη, τῶν νεωτέρων μόνων τὸν χαῦνον ὄγκον οἴδημα
15. καλούντων. ἀλλά γε ποῖόν τινα λέγει τὸν ὄγκον γενέσθαι
16. τῷ Ἀρκεσιλάῳ ζήτημά ἐστιν οὐ σμικρόν. ἐμοὶ μὲν
17. οὖν δοκεῖ τὸν ἰδίως ὑπὸ τῶν νεωτέρων ὀνομαζόμενον εἰρηκέναι.
1. οὐκ ἔστι δ’ ἀπίθανον ἐρυσίπελας ἢ φλεγμονὴν ἢ
2. σκίῤῥον ἢ τι τῶν τοιούτων γενέσθαι περὶ τὸν τῶν ἀφροδισίων
3. καιρὸν ἢ σμικρὸν ὕστερον, αὖθίς τε μετ’ οὐ πολὺ καθίστασθαι
4. τοῦτο. τοῖς δ’ ἐξηγηταῖς ὅλον τοῦτο παραλέλειπται
5. τὸ σκέμμα. τοῦ μέντοι Ἀρκεσιλάου τούτου καὶ καθ’
6. ἕτερον τόπον τοῦ βιβλίου μέμνηται ὁ Ἱπποκράτης, ἔνθα
7. φησίν· ἐν τοῖσι προσόδοισιν οἷς ψοφοῦσιν, ὡς Ἀρκεσίλαος.
8. εὔδηλον οὖν ὅτι τοῖς τοιούτοις φύσης ἐστὶν ἡ γαστὴρ μεστὴ
9. καὶ ταύτην ὑπὸ τῆς γινομένης συντονίας ἐν τοῖς ἀφροδισίοις
10. ἐκκρίνεσθαι συμβαίνει. Διοσκορίδης δὲ οὕτως ἔγραψε
11. τὴν ῥῆσιν· Ἀρκεσιλάῳ δὲ κακὸν ᾤδει τὸ φυσῶδες, ἀντὶ
12. τοῦ κακὸν ὤζετο τὸ φυσῶδες, ὡδὶ γεγράφθαι βουλόμενος,
13. οἱ δ’ ἄλλοι πάντες ἀρχὴν τῆς δευτέρας ῥήσεως ἐποιήσαντο
14. τὸ φυσῶδες, ὡς ἐφεξῆς γέγραπται.

Cliquer un n° de page pour en afficher l’image