Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.13, ed. Kühn, 1828, vol. 17b, p. 32-35. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.13


17. Τὸ φυσῶδες συναίτιον ἐν τοῖς πιτυρώδεσι. καὶ γὰρ
18. εἰσὶ φυσώδεις.

1. Τίνας λέγει πιτυρώδεις ἄπορον εὑρεῖν, ἐάν τέ τις μὴ
2. καθάπερ Ἡροδότου καὶ Κτησίου μόνον ὡς ἱστορίαν ἀναγινώσκῃ
3. τὰ βιβλία τῶν παλαιῶν ἰατρῶν, ἀλλ’ ἕνεκα τοῦ πλεῖόν
4. τι ἔχειν εἰς τὰ τῆς τέχνης ἔργα. πολλοὶ δὲ τῶν ἐξηγητῶν
5. ἀμελήσαντες τούτου καὶ μάλισθ’ ὅσοι τὸ σοφιστικὸν εἶδος
6. ζηλώσαντες ἐπὶ τὸ πρόχειρον ἀφικνοῦνται τῆς ἐξηγήσεως,
7. ὃ κατὰ τὴν τῆς λέξεως ἔνδειξίν ἐστιν, οὐκέτι βασανίζοντες
8. ἐπὶ τῶν νοσούντων τὴν τῶν λεγομένων ἀλήθειαν. οὕτω γοῦν
9. καὶ νῦν πιτυρώδεις λελέχθαι δεξάμενοι τοὺς πίτυρα συνεχῶς
10. ἐν τῇ κεφαλῇ γεννῶντας, ἀποδιδόναι τούτου τὴν αἰτίαν
11. πειρῶνται, λέγοντες ὑπὸ περιττωμάτων ἐν τῇ κεφαλῇ ἀναφερομένων
12. γίνεσθαι τὰ πίτυρα, φέρεσθαί τε αὐτά φασι
13. πρὸς τὰ μετέωρα ὑπὸ πνεύματος θερμοῦ καὶ διὰ τοῦτο
14. φυσώδεις τοὺς τοιούτους. μοχθηρὸς δ’ ὁ λόγος αὐτῶν
15. ἐστι, πρῶτον μὲν ὅτι τὸ φαινόμενον οὐκ ἔχει μαρτυροῦν·
16. μυρίους γὰρ οἴδαμεν ἥκιστα φυσώδεις, οἷς ἐν τῇ κεφαλῇ
17. συνεχῶς γίνεται πίτυρα· δεύτερον δὲ εἰ καὶ τὸ φαινόμενον
18. αὐτοῖς ἐμαρτύρει, πάντων τῶν περιττώματα τρεφόντων
1. θερμὰ, κοινὸς ὁ λόγος ἐγίνετο καὶ τρίτον πρὸς τούτοις, ὅτι
2. τῆς κεφαλῆς αὐτῆς ὡς τὰ πολλὰ διὰ τὴν οἰκείαν κρᾶσιν
3. ἔστι σύμπτωμα τὸ γεννᾷν πίτυρα κατὰ φύσιν ἐχόντων τῶν
4. χυμῶν. εἰκότως οὖν ἔνιοι τὴν παλαιὰν γραφὴν ὑπαλλάξαντες
5. ἔγραψαν τὸ φυσῶδες συναίτιον τοῖσι πτερυγώδεσι.
6. ἐμάθετε δ’ ὅτι πτερυγώδεις ἔθος ἐστὶ τοῖς ἰατροῖς
7. ὀνομάζειν τοὺς ὁμοίως ὀρνίθων πτέρυξι τὰς ὠμοπλάτας
8. ἔχοντας ἐκκειμένας τε καὶ προηκούσας εἰς τοὐπίσω. τούτοις
9. οὖν φασι συναίτιον εἶναι τὸ φυσῶδες ἐμπίπτειν εἰς τὸ
10. πάθος ὥσπερ ἐμπίπτουσι, τουτέστιν εἰς τὴν ἀναγωγὴν τοῦ
11. αἵματος· καὶ γὰρ εἶναι φυσώδεις αὐτούς. ὅτι μὲν οὖν εἰς
12. τὸ ῥαγῆναί τι κατὰ τὸν πνεύμονα συναίτιόν ἐστι τὸ φυσῶδες
13. οὐκ ἄδηλον. εἰ δὲ καὶ φυσώδεις εἰσὶν οἱ στενοθώρακες,
14. τοῦτο διὰ τῆς πείρας βασανιστέον ἡμῖν ἐπιμελῶς.
15. ἐμοὶ μὲν γὰρ ἐφάνησαν ὀλίγου δεῖν ἅπαντες τοιοῦτοι καὶ
16. τάχα διὰ τὴν ἔνδειαν τῆς ζωτικῆς θερμασίας, ἣν ἐκ τῆς
17. καρδίας ὁρμᾶσθαι μεμαθήκατε. μικρὰν οὖν ἔχοντες οἱ
18. πτερυγώδεις τὴν καρδίαν ἀκολούθως ταύτῃ καὶ τὴν ἅπαντι
1. τῷ σώματι θερμασίαν ἐξ αὐτῆς ἐπιῤῥέουσαν ἔχουσιν ἀσθενῆ.
2. διὰ γάρ τοι τὴν ἀσθένειαν ταύτης ἐξ ἀρχῆς αὐτῆς ἡ καρδία
3. γέγονεν, ὡς ἐμάθετε, μικρά· τινὲς δ’ οὐ πτερυγώδεσιν,
4. ἀλλὰ πυρετώδεσιν γράφουσι, τὴν λέξιν ποιοῦντες τοιάνδε·
5. τὸ φυσῶδες συναίτιον τοῖς πυρετώδεσι· καὶ γάρ εἰσι φυσώδεις.
6. οὐκ ἀληθεύουσι δ’ οὐδ’ αὐτοὶ πάντας τοὺς πυρετώδεις
7. φυσώδεις εἶναι νομίζοντες. ὅ γε μὴν Διοσκορίδης,
8. ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης
9. ῥήσεως γράψας τὸ φυσῶδες, ὧδέ πως ἔγραψε τὴν
10. νῦν προκειμένην ῥῆσιν· συναίτιον οἱ πτερυγώδεες, ὡς εἶναι
11. τὸ συνεχὲς ὅλως αὐτῆς τοιόνδε. Ἀρκεσιλάῳ δὲ κακὸν ᾤδει
12. τὸ φυσῶδες. εἶθ’ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς· συναίτιον οἱ
13. πτερυγώδεες· καὶ γάρ εἰσι φυσώδεες. ἅλις δ’ οὖν ἤδη καὶ
14. τῶν φυσωδῶν, ἵνα μὴ τῷ λόγῳ νῦν ἀεὶ παραιτῶμαι τοῦ
15. γράφειν πολλὰ, τῷ δ’ ἔργῳ κατάφωρος γίνωμαι μηκύνειν
16. περιττῶς.

Cliquer un n° de page pour en afficher l’image