Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.14, ed. Kühn, 1828, vol. 17b, p. 36-41. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.14


2. Τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες,
3. οἶς χιὼν, κρύσταλλος καὶ συστρεπτικὸν, οἷον τὰ φήρεα καὶ
4. αἱ γογγρῶναι, συναίτιον καὶ αἱ σκληρότητες.

6. Εἴρηται μὲν ἐπὶ πλέον ἔν τε τῷ περὶ ὑγρῶν χρήσιος
7. κἀν τοῖς ἀφορισμοῖς ὁποία τίς ἐστιν ἡ δύναμις τοῦ ψυχροῦ.
8. λέλεκται δέ τινα καὶ νῦν αὐτοῦ τῶν ἔργων ὡς ἐν
9. ὑποτυπώσει χρήσιμα πρὸς τὴν τῆς καθόλου δυνάμεως εὕρεσιν.
10. ὅσον μὲν γὰρ ἐφ’ ἑαυτῷ συνάγει καὶ πυκνοῖ καὶ
11. πιλεῖ καὶ σφίγγει τὸ ψυχρὸν ἅπανθ’ ὅσοις ἂν πλησιάζῃ, καὶ
12. διὰ τοῦτο τάς τε ἀδήλους αἰσθήσει διαπνοὰς τῶν σωμάτων
13. καὶ τὰς αἰσθητὰς ἐκροὰς κωλύει. οὕτω γοῦν κἀν ἀφορισμοῖς
14. ἔγραψεν· ἐν τούτοισι δὲ τῷ ψυχρῷ χρῆσθαι, ὅταν
15. αἱμοῤῥαγέειν μέλλῃ, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὅθεν
16. ἐπιῤῥεῖ. καὶ ὅσα τούτων ἐφεξῆς εἴρηκεν ἔργα τοῦ ψυχροῦ
17. τῆς οἰκείας δυνάμεως, ὅταν διὰ μέσου μηδενὸς ἐνεργῇ. πάλιν
18. δ’ ὅταν εἴπῃ, τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, στήθει
1. πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκὰ καὶ καταῤῥοϊκὰ, τὸ
2. μὲν στήθους πολέμια κατὰ τὴν τοῦ αὐτοῦ τοῦ ψυχροῦ
3. δύναμιν εἶπεν, τὸ δὲ βηχέων κινητικὰ αἱμοῤῥοϊκὰ διὰ
4. μέσων ἑτέρων. ἐπειδὴ γὰρ εἰς ἑαυτὰ συνάγεται καὶ σφίγγεται
5. τὰ σώματα τῶν περιεχόντων ἀγγείων τὸ αἷμα, διὰ
6. τοῦτο ἐνίοτε συμβαίνει ῥήγνυσθαι τοὺς χιτῶνας αὐτῶν, ἵν’
7. ὅπερ ὑπὸ πολλοῦ τοῦ περιεχομένου γίνεται ἐν τοῖς χαλαροῖς
8. ἀγγείοις, τοῦτο ὑπὸ τοῦ μὴ πολλοῦ, συμβαίνει τοῖς τεταμένοις.
9. διὰ τοῦτο οὖν οὐχ ἁπλῶς εἶπεν ἐν τῇ προκειμένῃ
10. ῥήσει τὸ ψυχρὸν εἶναι φλεβῶν ῥηκτικὸν, ἀλλὰ τὸ πάνυ
11. ψυχρὸν ἔφη. ταὐτὸ δὲ τοῦτο δυνάμει κὰν τοῖς ἀφορισμοῖς
12. ἔγραψεν ἐν τῷ φάναι, τὰ ψυχρὰ, οἷον χιὼν κρύσταλλος, ἐξηγησάμενος
13. διὰ τῶν παραδειγμάτων τίνα τ’ ἐστὶ τὰ πάνυ
14. ψυχρά. πάλιν δ’ ἐν ἀφορισμοῖς εἰπών· ἕλκεσι τὸ μὲν ψυχρὸν
15. δακνῶδες, δέρμα περισκληρύνειν, νῦν εἶπε τὸ ψυχρὸν
16. συστρεπτικὸν, ἐν ἴσῳ τῷ συναπτικόν. οὕτως οὖν ἐργάζεται
17. καὶ τοὺς ἐν τοῖς νευρώδεσι μορίοις ὄγκους. καὶ κατά γε τὰ
18. νεῦρα τά τε γαγγλία καλούμενα καί τινας ἄλλας τάσεις
1. τὰς μὲν προμηκεστέρας, τὰς δὲ στρογγυλωτέρας. καί μοι
2. δοκεῖ τὰς προμηκεστέρας ὠνομακέναι φήρεα, τὰς δὲ στρογγυλωτέρας
3. γογγρώνας, φήρεα μὲν εἰπὼν τὰ μὲν ἐμφέρειαν
4. ἔχοντα φηρεῶν, οὕτω γὰρ ὠνομάκασιν ἔνιοι τῶν Ἰώνων σατύρους,
5. οὓς γράφουσί τε καὶ πλάττουσι προμήκεις ἐξοχὰς
6. ἔχοντας παρὰ τοῖς ὠσὶ, γογγρώνας δὲ τὰς περιφερεστέρας
7. ἐξοχὰς μετὰ σκληρότητος, οἷαί περ εἰσὶν αἱ γινόμεναί τισι
8. τῶν δένδρων ἐπιφύσεις, ἃς καλοῦσι γόγγρους, ὡς καὶ Θεόφραστος
9. ἐν τῷ πρώτῳ τῶν περὶ φυτῶν ἔγραψε λέξιν οὕτως·
10. ἔνια δὲ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ
11. ἀνάλογον, οἷον ἐλαία. λέγουσι δ’ ἔνιοι καὶ νῦν ἔτι κατὰ Θετταλίαν
12. ἀκηκοέναι τινῶν γογγρώνας ὀνομαζόντων τὰς τοιαύτας
13. σκληρότητας, ὅταν ἐν τραχήλῳ συστῶσιν, οὐ μὴν τά
14. γε φήρεα λέγοντός τινος οὔτ’ αὐτὸς ἤκουσα κατά τι τῶν
15. ἐθνῶν οὔτε τινὸς ἀκηκοότος ἐπυθόμην. καίτοι τινὲς τῶν
16. ἐξηγητῶν φασι τὸν Ἱπποκράτην φήρεα καλεῖν τὰ ἐν Φηραῖς
17. τῆς Πελοποννήσου πλεονάζοντα. τινὲς δὲ διὰ τοῦ ε
18. τὴν πρώτην συλλαβὴν γράφοντες ἅμα τῷ φ δηλονότι,
1. φήρεα φασιν αὐτὸν ὀνομάζειν τὰ ἐν Φεραῖς τῆς
2. Θετταλίας πολλάκις γινόμενα. τοῦ μέντοι τὰς προμήκεις
3. ἐξοχὰς ὀνομάζειν φήρεα μαρτύριον εἶναι δοκεῖ καὶ τὸ γεγραμμένον
4. ἐν τῷ τῶν ἐπιδημιῶν ἑβδόμῳ κατὰ λέξιν οὕτως·
5. ἐπεδήμησαν βῆχες, μάλιστα δὲ παιδίοις, τὰ περὶ τὰ ὦτα
6. πολλοῖσιν, οἶα τοῖς σατύροις. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης
7. ῥήσεως, συναίτιον καὶ αἱ σκληρότητες, τοιοῦτον
8. σημαίνει. ταῖς τῶν εἰρημένων παθῶν γενέσεσιν ὑπὸ τοῦ
9. ψυχροῦ συναίτιόν ἐστι καὶ ἡ σκληρότης τοῦ σώματος, ἐν
10. ᾧ συνίσταται τὰ πάθη, τουτέστιν, ὅταν ὁ ἄνθρωπος ᾖ φύσει
11. σκληρὸν ἔχων τὸ δέρμα. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν
12. τό τε ψυχρὸν αἴτιόν ἐστι τῆς τῶν εἰρημένων παθῶν γενέσεως
13. τό τε δέρμα τὸ σκληρόν. ὅτι γὰρ, ὡς αὐτὸς ἔφη,
14. τὸ ψυχρὸν δέρμα περισκληραίνει, διὰ τοῦτο τὰ τοιαῦτα
15. πάθη γεννᾷ, διεξέρχεσθαι δι’ αὐτοῦ τῶν ὑπ’ αὐτῷ συναθροιζομένων
16. χυμῶν μὴ δυναμένων. οἶς οὖν ἐστι φύσει
17. σκληρὸν τὸ δέρμα, τούτοις συναίτιον καὶ αὐτὸ γίνεται τοῦ
18. μήτε διαφορεῖσθαι τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς,
1. ἀθροιζομένους δ’ ὑπ’ αὐτῷ τοὺς εἰρημένους σκληροὺς καὶ
2. σκιῤῥώδεις ὄγκους ἐργάζεσθαι. ὅτι δὲ καὶ φλεβῶν ῥῆξις ἐν
3. τοῖς φύσει σκληροτέροις ἔσται διὰ τὴν τοῦ ψυχροῦ βίαν
4. οὐκ ἄδηλόν ἐστιν. εἰ γὰρ ὑπὸ τοῦ περιεχομένου κατὰ τὰς
5. φλέβας αἵματος ἡ ῥῆξις γίνεται τῶν ἀγγείων, ἐν τοῖς τοιούτοις
6. ἔσται μᾶλλον, ὅσα διὰ σκληρότητα δυσχερῶς καὶ μόγις
7. ἀνευρύνεται. τὰ γὰρ ἐπὶ πλέον ἐκτείνεσθαι πεφυκότα, κἂν
8. πολὺ τὸ περιεχόμενον ἐν αὐτοῖς ᾖ, στέγει τοῦτο μὴ ῥηγνύμενα,
9. καὶ βῆχες δ’ ἂν εἰκότως ἐν τοῖς φύσει σκληροτέροις
10. σώμασι γίνοιντο. λέλεκται γὰρ ὅτι τῶν μαλακῶν ῥᾷον
11. ταῦτα τραχύνεται. γεγραφότων δέ τινων κατὰ τὴν ῥῆσιν
12. ἀντὶ τοῦ, βηχῶδες, φυσῶδες, εἰπεῖν τι καὶ περὶ τούτου
13. προσήκει. φαίνεται γὰρ ὁσημέραι τὰ κατὰ τὴν γαστέρα
14. πνεύματος φυσώδους ἐμπιπλάμενα τοῖς ψυχθεῖσιν, ἀλλ’
15. ἥ γε παλαιὰ γραφὴ τῆς ῥήσεως οὐ τὸ φυσῶδες, ἀλλὰ τὸ
16. βηχῶδες ἔχει καὶ κατὰ τοὺς ἀφορισμοὺς, ὡς ἔφην
17. ἄρτι, τῶν ψυχροτάτων ὑλῶν ἐν παραδείγματι μνημονεύσας,
1. οὐ προσέθηκεν αὐταῖς τὸ φυσῶδες. τὰ γὰρ ψυχρὰ, φησὶν,
2. οἷον χιὼν, κρύσταλλος, στήθει πολέμια, βηχῶν κινητικὰ, αἱμοῤῥοϊκὰ
3. καὶ καταῤῥοϊκά. διδάσκει τε καὶ τὴν νῦν προκειμένην
4. ἡμῖν ῥῆσιν καὶ κατὰ τὸν εἰρημένον ἀφορισμὸν, οὐχ ἁπλῶς γίνεται
5. διὰ τὸ ψυχρὸν, ἀλλ’ ὅσα διὰ τὸ λίαν ψυχρόν. ἐνταῦθα
6. μὲν εἰπὼν, τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν, ἐν δὲ τοῖς
7. ἀφορισμοῖς τὸ, οἷον χιὼν, κρύσταλλος. ὅτι δὲ μετέχειν τινὸς
8. δεῖται θερμασίας τὰ φυσώμενα, καθάπερ γε καὶ τὰ.

Cliquer un n° de page pour en afficher l’image