Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.15, ed. Kühn, 1828, vol. 17b, p. 41-47. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.15


11. Τὸ μετ’ οὔρησιν σύναγμα παιδίοισι μᾶλλον, ἆρα ὅτι
12. θερμότερα;

14. Ὅτι μὲν ὁ λόγος ὅδε περὶ τῶν λιθιώντων παιδίων
15. ἐστὶν ἅπαντες εἰρήκασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, οὐ μὴν
16. τὸ διὰ τί προσέθηκε τὸ μετ’ οὔρησιν, ἐνὸν ἁπλῶς γράψαι
17. τὸ σύναγμα παιδίοισιν, ἐπεσκέψαντο, καθάπερ οὐδὲ διὰ
1. τί τὸν ἀπορητικὸν σύνδεσμον προσέθηκεν, οὐχ ἁπλῶς
2. εἰπὼν τὸ σύναγμα παιδίοισιν ὅτι θερμότερα. τὸ γὰρ ἆρά
3. γε θερμότερα, τοῦ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως
4. ἐστὶν ἐνδεικτικόν. καίτοι γε ἐν τοῖς ἀφορισμοῖς ἁπλῶς
5. ἔφη, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. τὸ
6. μὲν οὖν ὄνομα τοῦ συνάγματος ἐν μόνῳ τῷ ἑβδόμῳ τῶν
7. ἐπιδημιῶν εὗρον, εἰπόντος τοῦ γράψαντος αὐτὸ καὶ σύναγμα
8. ἐφαίνετο ἐν τῷ χερνίβῳ. διὰ τί δὲ τὸ μετ’ οὔρησιν ἢ διὰ
9. τί τὸ ἆρα προσέθηκεν ἑξῆς ἐπισκεψόμεθα, καὶ πρῶτόν γε
10. τὸ περὶ τῆς ἀπορίας, εἰ καὶ δεύτερον γέγραπται. ἤτοι τοίνυν
11. ἔτι μὲν ἀπορῶν ἔγραψε ταῦτα, τῷ χρόνῳ δὲ εὑρών
12. τινα ἀπόδειξιν ἀπεφήνατο περὶ τῆς τῶν αὐξανομένων κράσεως,
13. ἢ, ὅπερ ἄμεινόν ἐστι, διώρισται πρὸς ἡμῶν ἔν τε
14. τοῖς περὶ κράσεων ὑπομνήμασι κἀν τοῖς εἰς τοὺς ἀφορισμούς.
15. οὐχ ἁπλῶς ἐστι θερμότερος ὁ παῖς τοῦ ἀκμάζοντος, ἀλλὰ
16. τῷ συμφύτῳ θερμῷ θερμότερος. ἐδείχθη δὲ τούτου θερμότερον
17. ἁπλῶς τὸ μὴ σύμφυτον, ὃ πλέον κτῶσιν οἱ ἀκμάζοντες.
18. ὥστ’ εἰκὸς ἦν μᾶλλον ὑπὸ τούτου τοῦ θερμοῦ πήγνυσθαι τὸν ἐν
1. τῇ κύστει λίθον. διὰ τοῦτο μὲν οὖν εἰκότως ἀπορεῖ· τὸ δ’
2. ἀληθές ἐστι, λίθους τοῖς παιδίοις ἐν τῇ κύστει, διὰ τὸ
3. πάχος τῶν οὔρων. ὅτι μὲν οὖν οὐρεῖται παχύτατα τοῖς
4. παιδίος οὖρα καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἰατροῖς ὡμολόγηται.
5. διὰ τί δὲ οὐρεῖται τοιαῦτα, καθ’ αὑτὸ μὲν ἄξιον
6. ἐπισκέψεώς ἐστιν, εἰς δὲ τὸ προκείμενον οὐδὲν συντελεῖ. τὸ
7. γὰρ οὐρεῖσθαι παχέα καὶ φαινόμενον σαφῶς καὶ πράγμασιν
8. ὡμολογημένον. τὸ γάρ τοι πάχος τοῦτο συνιστάμενόν τε
9. καὶ ἀθροιζόμενον, ὅταν ἅπαξ ποτὲ μὴ κατὰ τὸν προσήκοντα
10. καιρὸν ἐκκριθὲν ἔνδον ἐπὶ πλέον μείνῃ; συστάσεώς τε καὶ
11. πήξεως ἀρχὴν λαμβάνει. γενομένης δὲ τοιαύτης ἀρχῆς,
12. ἑτοίμως λοιπὸν ὅσον ἅπαν αὖθις εἰς τὴν κύστιν ἀφικνεῖται
13. παχὺ, προσπλάττεται τούτῳ καὶ γίνεται μείζων ὁ πωρώδης
14. λίθος, ὥσπερ ἐκτὸς ἔν τε τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν
15. ὁρᾶται συνιστάμενος ἔν τε τοῖς ἀγγείοις, ἐν οἷς ὕδωρ ὁσημέραι
16. θερμαίνεται. τὸ τοίνυν πάχος τῶν οὔρων τὴν πρώτην
17. τε καὶ μεγίστην αἰτίαν ἔχει τῆς τῶν λίθων γενέσεως.
1. ἡ δὲ θερμότης ἀρκεῖ καὶ σύμμετρος οὖσα πρὸς τὴν τῆς τοιαύτης
2. ὕλης γένεσιν, ἀμέλει κἀν τοῖς θερμοῖς αὐτοφυέσιν
3. ὕδασι, κᾂν χλιαρώτερα τῶν συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι
4. πῶροι. διὰ τοῦτ’ οὖν μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης
5. προσθεῖναι τὸ ἆρα, διότι καὶ ἡ τοσαύτη θερμότης,
6. ἣν ἔχει παιδία φύσει, συνεργεῖ τι πρὸς τὴν πῆξιν, οὐ μὴν
7. αὐτῆς γε τὸ πλεῖστον, ἀλλ’ ἡ τῆς ὕλης ποιότης ἑξῆς ὁ λίθος
8. γίνεται, τῆς συστάσεως αὐτῆς τὴν αἰτίαν ἔχει. διὰ τί
9. οὖν προσέθηκε τὸ μετ’ οὔρησιν, καὶ οὐχ ἁπλῶς εἶπε, τὸ
10. σύναγμα παιδίοισιν; ὅτι περὶ τῶν ἐν τῇ κύστει λίθων τὸν
11. λόγον ποιεῖται νῦν, οὐ τῶν ἐν τοῖς νεφροῖς. γίνεται δὲ ἡ
12. σύστασις τῶν μὲν ἐν τῇ κύστει μετὰ τὴν οὔρησιν, τῶν δ’
13. ἐν τοῖς νεφροῖς πρὸ τῆς οὐρήσεως. ἴσμεν δὲ τὰ μὲν παιδία
14. τοὺς ἐν τῇ κύστει λίθους γεννῶντα, τοὺς παρακμάζοντας
15. δὲ τοὺς ἐν τοῖς νεφροῖς, ὅπερ οὖν ὀλίγον ἔμπροσθεν
16. ἔφην, ὅτι μὲν οὕτως ἔχει ταῦτα, μαρτυρεῖ τὸ φαινόμενον
17. αὐτό. τίς δέ ἐστιν ἡ αἰτία κατὰ σχολὴν ἔξεστι ζητεῖν.
18. ὥσθ’ ἡ μὲν ἐξήγησις ἤδη πεπέραται· τὴν δ’ αἰτίαν
1. ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, οὕτω καὶ νῦν ἐκ περιουσίας
2. ἐρῶ, πρότερόν γε μεμψάμενος τοῖς εἰποῦσι διὰ τοῦτο γίνεσθαι
3. τοῖς παιδίοις τοὺς λίθους, ὅτι στενόπορα
4. διὰ μικρότητα τῶν ἀγγείων εἰσίν. ἐχρῆν γὰρ, ὅσον ἐπὶ
5. τοῦτο, τοὺς ἐν τοῖς νεφροῖς λίθους μᾶλλον γίνεσθαι τοῖς
6. παιδίοις. στεναὶ γὰρ αἱ κατ’ ἐκείνους διέξοδοι. τῆς κύστεως
7. δ’ ὁ τράχηλος εὐρύς ἐστιν εἰς τοσοῦτον τοῖς παιδίοις,
8. ὡς πάσης ὕλης πάχος ἑτοίμως αὐτοῦ διεξέρχεσθαι. μή ποτ’
9. οὖν οὐδὲ ἐπὶ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν ἡ στενότης
10. τῶν ἐν νεφροῖς πόρων αἰτία τῆς τῶν λίθων γενέσεώς ἐστιν,
11. ἀλλὰ τό τε τῶν ἐνεργειῶν ἀσθενὲς καὶ τὸ τῶν παχέων
12. χυμῶν ἀκατέργαστον. ἐπὶ μὲν γὰρ τῶν παιδίων, ἰσχυρῶν
13. ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν, κέχυταί τε καὶ διαλέλυται
14. τὸ πάχος τῶν χυμῶν, ἐπὶ δὲ τῶν προηκόντων
15. κατὰ τὴν ἡλικίαν συνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς
16. ὅσα παχέα φύσει διά τινων λεπτῶν διηθεῖν βουλόμεθα,
17. τὰ μὲν ὑπὸ θερμασίαν χυθέντα διεξερχόμενα ῥᾳδίως, τὰ δὲ
18. ἄτηκτά τε καὶ ἄχυτα μὴ διεξιόντα. παραδείγματα δὲ τῶν
1. τοιούτων ὑλῶν πίττα καὶ ῥητίνη καὶ στέαρ καὶ κηρὸς καὶ
2. μέλι. τῶν παίδων οὖν ἐχόντων τὸ πολὺ τὸ ἔμφυτον θερμὸν
3. καὶ τὰς ἐνεργείας ἰσχυρὰς, τὸ πάχος τῆς ὕλης κεχυμένον,
4. εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διαθεῖται
5. ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν
6. ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης. ἅτε δὲ
7. τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε νευρώδης ἐστὶ καὶ ὀλίγαιμος,
8. ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει,
9. συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς
10. αὐτὴν πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς
11. τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίζῃ.
12. καὶ μὴν καὶ γλίσχρον εἰκὸς αὐτὸ μᾶλλον εἶναι τοῖς παιδίοις,
13. τῷ κατειργάσθαι μᾶλλον ὑπὸ τῆς ἐμφύτου θερμασίας, ὅσα
14. γὰρ ὑπὸ τῆς θερμότητος ἀλλοιοῦται πεττόμενα προσλαμβάνει
15. τινὰ τῷ χρόνῳ γλισχρότητα, κἂν ἐξ ἀρχῆς μηδεμίαν
16. ἔχῃ, καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦταί τε καὶ συνίσταται καὶ
17. πήγνυται. τῶν γὰρ ἴσον ἐχόντων πάχος ἐπιτηδειότερον εἰς
18. ἕνωσιν καὶ σύστασιν καὶ πῆξίν ἐστι τὸ γλισχρότερον. ἐπεὶ
1. τοίνυν ἔνια τῶν οὐκ ἀναγκαίων εἰς τὴν προκειμένην ῥῆσιν
2. αἰτιολογεῖται, προσθῶ ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων
3. ἐν τοῖς παιδίοις αἰτίαν. ἔστι δὲ ἥδε τό τ’ ἀδηφάγον αὐτῶν
4. καὶ τὸ μετὰ τροφὴν κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα,
5. τοῖς δὲ θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. παχὺ γὰρ φύσει τὸ
6. γάλα καὶ πρὸς λίθων γένεσιν ἐπιτηδειότατον, ἀμέλει καὶ
7. τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ λίθους ἐν
8. νεφροῖς γεννωμένους ἔγνωμεν πολλάκις.

Cliquer un n° de page pour en afficher l’image