11. Τὰ σχήματα τὰ ῥηίζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα
12. τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπὲρ ὀδυνάων κατακείμενος,
13. λαβόμενος πασσάλου ἄκρον ὑπερπεπηγότος, εἴχετο
14. καὶ ἐρήϊσεν.
16. Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐστιν. αἰτίαν δὲ αὐτοῦ
17. χαλεπὸν εἰπεῖν, ὅτι μήτε ὁ Ἱπποκράτης ἔγραψε, καίτοι
18. δυνάμενος, ἤτοι γε ἐξαιφνίδιον αὐτῷ γενέσθαι τὴν ὀδύνην
1. εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξησιν, ἄρξασθαί τε ἐνεργοῦντι
2. περὶ τὴν τῶν κλημάτων πλοκὴν ἢ μετ’ αὐτὴν εὐθέως
3. ἢ κατ’ ἄλλον τινὰ χρόνον τῆς ἡμέρας ἢ τῆς νυκτός.
4. ἀλλ’ οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται.
5. τὴν χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον
6. αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη στρέφων αὐτὸς
7. τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ σχήματος αὐτὸν
8. τοιούτου ῥαΐσαι. τὸ γὰρ ἀνώδυνον τῆς χειρὸς σχῆμα διά
9. τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ κατ’ ἰητρεῖον, ὁποῖον ἐστίν.
10. εἰ δέ τις ἐν τῷ περιστρέφειν τὴν χεῖρα διαστροφὴ μυὸς
11. ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυσῶδες ἐναπελείφθη
12. μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸς ἦν ἐν
13. ἐπιτηδείῳ σχήματι, καθ’ ὃ κενωθῆναι συνέβη τὸ πνεῦμα,
14. ῥαΐσαι τὸν περιωδυνῶντα.