2. Ὃν ἐξ ὀρειτυπίης περὶ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτοῦντα
3. τὰ σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς
4. δὲ κάρτα, οὖρα καὶ γονὴ οὐκ ἴσχετο.
6. Ὀρειτύπους ὀνομάζουσιν οἱ Ἕλληνες τοὺς ὁτιοῦν ἐκ
7. τῶν ὀρῶν εἰς τὴν πόλιν καταφέροντας, οἷον ξύλα καὶ λίθους
8. ἤ τι τοιοῦτον. γεγραφότος δὲ τοῦ Ἱπποκράτους οὐχ
9. ἁπλῶς οὕτω, τὸν ὀρειτύπον ἐθεασάμην ῥιπτοῦντα τὰ σκέλη,
10. προσθέντος δὲ τῷ λόγῳ τὴν ἐξ πρόθεσιν καὶ γράψαντος
11. τοῦ ἐξ ὀρειτυπίης, ἐμφαίνεταί πως ἐξ ἀρχῆς αὐτῆς τῆς
12. κατὰ τὴν ὀρειτυπίαν ἐνεργείας, πληγῆναι τὸν κατὰ τὴν
13. ὀσφὺν νωτιαῖον ὁ ἄνθρωπος, ἀφ’ οὗ πέφυκε τὰ κινοῦντα
14. τὰ σκέλη νεῦρα. καίτοι γε τὸ περὶ τὴν γέφυραν ἱκανὸν
15. ἦν γεγράφθαι μόνον εἰς ἀνάμνησιν αὐτῷ τοῦ παθόντος,
16. ὡς μηδὲν δεῖσθαι τῆς τέχνης. περιττὸν δὲ ἴσως ζητεῖν ἐκ
17. τίνος αἰτίας ἔπαθεν ὁ ἄνθρωπος ἐκεῖνος τὰ σκέλη, καθάπερ
18. γε καὶ τὸ τί δηλοῦται διὰ τοῦ φάναι σκέλεα ῥιπτοῦντα,
1. πότερα ἀκίνητα ἀλγεῖν, μὴ πάσχοντα, καὶ γὰρ τοῦτ’ εἴρηταί
2. τισιν ἀπιθάνως, ὅπερ ἐστὶ πιθανώτερον, ἀκρατῶς
3. ἔχοντα τῶν σκελῶν ἐν τῷ βαδίζειν, ὁμοίαν γίνεσθαι τὴν
4. περιφορὰν αὐτῶν τοῖς ῥίπτουσι πρὸς τὴν ἔξω χώραν, οὐκ
5. ἰσχυρῶς αὐτά. ἀλλ’ οὐδ’ ὅτι κνήμας μέντοι γε ἀμφοτέρας
6. ἢ τὴν ἑτέραν ἥκιστα λελέπτυντο, μηροὺς δὲ κάρτα φέρειν τινὰ
7. τοῖς ἀκούσασιν ἡμῖν ὠφέλειαν, ὥσπερ οὐδὲ αὐτῷ τῷ Ἱπποκράτει
8. πρὸς ἀνάμνησιν. οὐ γὰρ σπανίως, ἀλλὰ πολλάκις φαίνεται
9. τὰ τοιαῦτα γινόμενά τε καὶ γινωσκόμενα σαφῶς τοῖς ἰατροῖς
10. ἅπασι. τί δὴ οὖν ἐστι δι’ ὃ τοῦτο ἔγραψεν ἐγὼ πειράσομαι
11. δηλῶσαι τὴν ὅλην ῥῆσιν εἰπὼν πρότερον ἑτέρᾳ λέξει σαφεστέρᾳ
12. τε καὶ συντομωτέρᾳ, τῶν περιττῶν ἀφαιρεθέντων. παραλυόμενός
13. τις τὰ σκέλη, τὰ μὲν κατὰ μηροὺς ἐλεπτύνετο μᾶλλον
14. τῶν κατὰ τὰς κνήμας. οὖρα μέντοι καὶ γονὴ οὐκ ἐπεσχέθησαν
15. αὐτῷ. τοῦτ’ οὖν ἐστι χρήσιμον εἰς τὸ γινώσκειν ἡμᾶς, ἀλλ’ ἴσως
16. ἐρήσεταί τις, τί φησιν ὃ γέγραπται κατὰ τὸ περὶ τῶν ἄρθρων
17. βιβλίον, ἐπεὶ οἱ πολὺ πλέονες σκελέων τε καὶ χειρῶν ἀκρατέες
1. γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα ἴσχεται αὐτέοισιν
2. οἷς ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε εἴσω μήτε ἔξω,
3. σεισθῶσι δὲ ἰσχυρῶς εἰς τὴν εὐθυωρίαν τῆς ῥάχεως. ἐκ
4. ταύτης τῆς ῥήσεως ὁρμηθέντες τινὲς ἀπεφήναντο διὰ
5. τῶν νεύρων παράλυσιν ἐπὶ τοῦ νωτιαίου πάθει γίνεσθαι
6. ταῦτα τὰ συμπτώματα, μὴ προσέχοντες ὅτι τῶν σπονδύλων
7. μετακινηθέντων ἐκ τῆς κατὰ φύσιν ἕδρας καὶ τῷ τῆς
8. συμπαθείας λόγῳ, φλεγμονὰς μὲν τὸ πρῶτον, ὕστερον δὲ
9. καὶ σκιῤῥώδεις ὄγκους ἐργασαμένων περὶ τὴν κύστιν καὶ τὸ
10. καλούμενον ἀπευθυσμένον ἔντερον, αἱ φυσικαὶ τῶν ὀργάνων
11. τούτων ἐνέργειαι βλάπτονται, δι’ ἃς ἴσχεται τὰ πρότερον
12. ὑπ’ αὐτῶν ἐκκρινόμενα, τῶν μέντοι νεύρων βλαβέντων μόνων
13. ἄνευ τοῦ συμπαθῆσαί τι τῶν εἰρημένων ὀργάνων, οὐ
14. τὰς φυσικὰς ἐνεργείας, ἀλλὰ τὰς προαιρετικὰς συμβαίνει
15. κακοῦσθαι. καὶ διὰ τοῦτο χωρὶς προαιρέσεως ἐκρεῖ τὸ οὖρον
16. αὐτοῖς καὶ ἡ κόπρος, ὅταν γε συντελεσθῇ τῶν νεύρων
17. ἡ παράλυσις, ὅσα φέρεται πρὸς τοὺς ἐπὶ τοῖς πέρασι τῆς
18. κύστεως καὶ ἀπευθυσμένου μῦς, ὑφ’ ὧν κλείεταί τε καὶ
1. σφίγγεται τὸ στόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν
2. οὐκ ἐπεσχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν
3. ῥῆσιν· εἰ δ’ ἀπροαιρέτως ἢ κατὰ προαίρεσιν ἀπεκρίνετο,
4. τοῦτ’ οὐκέτι προσέθηκεν. εἰ μὲν οὖν σύγγραμμα πρὸς ἔκδοσιν
5. ἦν τὸ βιβλίον, ἐκ τοῦ προσγεγράφθαι δῆλον ἦν ὡς
6. οὐδὲ ἐγένετο, πάντως γὰρ ἂν ἐδήλωσεν αὐτὸ, μὴ γεγραμμένου
7. δ’ οὕτως, ἀλλ’ ὡς εἴρηται πολλάκις ἐν ὑπογραφαῖς
8. πρὸς ἀνάμνησιν. οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων
9. ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐστιν ἢ οὐδ’ ὅλως
10. ἐπεσχῆσθαι, ἀλλὰ τοῖς οὔροις ὡσαύτως ἀκουσίως ἐκρεῖν,
11. ἢ κατὰ προαίρεσιν ἀποκρίνεσθαι. ἀλλ’ εἰκὸς αὐτὸν εἰς
12. ἀνάμνησιν ὧν εἶδεν ἀρκεσθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι.
13. τῆς γὰρ τῶν ἀποπατημάτων κενώσεως ὡσαύτως τοῖς οὔροις
14. γινομένης, εἰ μὲν ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει,
15. πάντως ἂν ἐπεσημήνατο, τῶν δ’ αὐτῶν αὐτοῖς ἀκολουθησάντων
16. οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν,
1. ἀλλ’ οὐδὲ γονὴ φησὶν, ἴσχετο. φυσικὴ γάρ ἐστι καὶ ἡ ταύτης
2. κένωσις, ὥσπερ καὶ ἡ τῶν οὔρων τε καὶ σκυβάλων.
3. διὰ τί δὲ βουληθέντες μὲν ἀφροδισιάζειν ἐπ’ αὐτὴν ἀφικνοῦνται,
4. μὴ βουληθέντες δ’ οὐκ ἔρχονται, μακροτέρῳ λόγῳ
5. καὶ ἐν τοῖς περὶ τῶν ἀπόρων κινήσεων λογισμοῖς εἴρηται.