Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.18, ed. Kühn, 1828, vol. 17b, p. 53-57. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.18


8. Ὅσαι πτερυγώδεες φύσιες πλευρέων δι’ ἀδυναμίαν τῆς
9. ἀφορμῆς ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοηθέσι, ἔκκρισις
10. εἴη, μὴ εἴη, κακόν.

12. Τίνας μὲν ὀνομάζουσιν οἱ ἰατροὶ πτερυγώδεις ἔμπροσθεν
13. εἴρηται. μεμαθήκατε δὲ καὶ ὅτι πρὸς φθίσιν ἐπιτήδειοι
14. τυγχάνουσιν ὄντες οἱ τοιοῦτοι διὰ τοῦ τρίτου τῶν ἐπιδημιῶν,
15. ἀφορμὴν δὲ λέγειν εἴωθεν ὁ Ἱπποκράτης καὶ σχεδὸν
16. ἅπαντες οἱ παλαιοὶ πᾶσαν ὕλην πράγματος, ἀφ’ ἧς
17. ὁρμὴ γίνεται πρὸς τὰς ἐφεξῆς ἐνεργείας, εἴτε ἀργύριον
1. εἴτε τις ἄλλη κτῆσις, εἴτε δύναμις εἴη τις, εἴτε χωρίον,
2. εἴτε πίστις, εἴτε πρᾶξις, εἴτε αἴτιον, εἴθ’ ὁτιοῦν ἁπλῶς
3. ἄλλο. τινὲς δ’ οἴονται τοὺς πρωτοπαθοῦντας τόπους ἄλλων
4. ἀφορμὰς ὀνομάζειν αὐτὸν, ἀποδείκνυσθαί τε καὶ τοῦτο φασὶν
5. διὰ τῆσδε τῆς ῥήσεως. τὰς ἀφορμὰς ὁκόθεν ἤρξατο
6. κάμνειν σκεπτέον. εἰ δὲ καὶ τοῦτο τὸ σημαινόμενον,
7. ὡς πρόσθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ
8. μέρος. οἱ μὲν γὰρ ῥήτορες, ὥσπερ γε καὶ οἱ ἱστορικοὶ καὶ
9. οἱ φιλόσοφοι ἀφορμὰς τῶν ἀνθρώπων ἐνεργείας εἰρήκασιν,
10. ὡς ἂν καὶ περὶ τούτων διαλεγόμενοι. μετενήνεκται δ’ ὑφ’
11. Ἱπποκράτους τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν
12. φυσικῶν ἐνεργειῶν τε καὶ παθῶν. ἐν οἷς ἅπασι κοινόν
13. ἐστι τὸ ὁκόθεν ἤρξατο γενέσθαι. νῦν μὲν γὰρ ἐπὶ τῆς εἰρημένης
14. ῥήσεως ὁ Ἱπποκράτης ὁκόθεν ἤρξατο κάμνειν
15. ἔφη, δύναται δὲ ὡσαύτως λέγεσθαι καὶ τὸ ὁκόθεν ἤρξατο
16. πληΐζεσθαι, πολεμεῖν, εἰρηνεύειν, μάχεσθαι, φιλεῖν ἀλλήλους,
17. μισεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτο. καὶ νῦν
18. οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γίνεσθαι λέλεκται
1. πρὸς Ἱπποκράτους. ἀφορμὴν δ’ οὐκ ἄν τις ἀπὸ τρόπου
2. φαίη. τίς οὖν ἐστιν αὕτη; τῆς ἐμφύτου θερμασίας,
3. ἥτις ἐκ τῆς καρδίας ἔχει τὴν ἀρχὴν, ἡ ἀῤῥωστία. μεμάθηκας
4. ὥσπερ ἐγκεφάλῳ μεγάλῳ μὲν ὑπάρχοντι κεφαλὴ συναύξεται,
5. σμικρῷ δ’ ὄντι συνσμικρύνεται, κατὰ τὸν αὐτὸν
6. λόγον καὶ τῇ καρδίᾳ συναύξεσθαί τε καὶ συμμειοῦσθαι τὸν
7. θώρακα, τὴν καρδίαν δὲ αὐτὴν σμικρὰν γίνεσθαι πρὸς τῆς
8. ἀῤῥωστίας τῆς ζωτικῆς δυνάμεως, ἧς οὐσίαν εἶναι τὸ ἔμφυτον
9. θερμόν. ὅταν οὖν ἄῤῥωστος αὐτὴ φύσει τινὶ γένοιτο,
10. τουτέστιν ἐξ ἀρχῆς, ἐκ τῆς πρώτης διαπλάσεως ἀναγκαῖόν
11. ἐστι καὶ τὴν καρδίαν γενέσθαι μικρὰν καὶ τὸν θώρακα.
12. τοῦ δὲ τρεῖς ἀρχὰς εἶναι τὰς διοικούσας τὸ ζῶον ἔμαθες
13. τὰς ἀποδείξεις ἐν τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος
14. δογμάτων πραγματείᾳ. τοὺς δ’ οἰηθέντας ἀφορμὰς λέγεσθαι
15. τοὺς πρωτοπαθοῦντας τόπους, πολλόν τε περὶ τὴν
16. ἐξήγησιν τῆς προκειμένης ῥήσεως εὑρήσεις ἁμαρτάνοντας,
17. κᾀν τῷ προσυπακούειν οὐ λέξιν τινὰ μίαν, ἀλλὰ λόγον ὅλον,
18. ὡς εἰ καὶ οὕτως ἡ ῥῆσις εἴρητο· ὅσαι πτερυγώδεες φύσιες
1. πλευρέων δι’ ἀδυναμίαν τῆς ἀφορμῆς ἐν τοῖσι κατάῤῥοισι
2. τοῖσι κακοήθεσι, μάλιστα φθίσεσιν ἁλίσκονται καὶ ἢν ἔκκρισις
3. εἴη καὶ ἢ μὴ εἴη κακόν. πολλῶν εἰρημένων τοῖς
4. ἐξηγηταῖς εἰς τήνδε τὴν ῥῆσιν αὔταρκές ἐστι τὸ δοκοῦν
5. ἀληθέστατόν γ’ ἐμοὶ καὶ ὠφελιμώτατον εἶναι τοῖς μανθάνουσι
6. τὴν ἰατρικὴν τέχνην, ὑποτυπῶσαι μόνον ὡς οἷόν τε
7. διὰ βραχυτάτων. τοὺς τοίνυν ἀπὸ κεφαλῆς εἰς τὸν πνεύμονα
8. γινομένους κατάῤῥους τηνικαῦτα νομιστέον εἶναι κακοήθεις,
9. ὅταν λεπτὰ καὶ βρωτικὰ ταῖς δυνάμεσιν ᾖ τὰ καταῤῥέοντα.
10. ταῦτ’ οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προσήκει
11. μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τὰ ἄλλα ῥεύματα
12. τὰ λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ
13. δύσπεπτον, οὔτ’ εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον
14. οὐ πέττεται ῥᾳδίως καὶ φαίνεταί γε τὸ σπλάγχνον ἑλκοῦν,
15. ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται συντόνους, ἐφ’ αἷς ἥ τε κεφαλὴ
16. πληροῦται, αὐτή τε πάλιν καταπέμπει τῷ πνεύμονι
17. κατάῤῥουν, εἰς κίνδυνόν τε τοῦ ῥαγῆναί τι τῶν κατ’ αὐτὸν
18. ἀγγείων ἀφικνεῖται διὰ τὴν ἐπὶ βηχὶ συντονίαν. εἰωθυῖαν
1. γίνεσθαι τοῖς μὴ ῥᾳδίως ἀναπτύουσι τὰ ἐκ τοῦ πνεύμονος
2. ὑγρὰ, λεπτὰ καὶ ὑδατώδη κατὰ τὴν σύστασιν ὄντα. γίνεται
3. μὲν γὰρ ἡ ἄνοδος αὐτοῖς ἀναφερομένοις ὑπὸ τοῦ κατὰ τὰς
4. βῆχας ἐκπεμπομένου πνεύματος, ὅταν δ’ ᾖ λεπτὰ καὶ ὑδατώδη,
5. περισχίζεταί τε ταῦτα καὶ ἀντικαταφέρεται, μὴ φθάνοντα
6. διεξελθεῖν ὅλην τὴν τραχεῖαν ἀρτηρίαν. ἀληθὲς οὖν
7. ἐστι τὸ βλάβην ἕπεσθαι καὶ μένουσι κατὰ τὸν πνεύμονα τοῖς
8. τούτοις ὑγροῖς καὶ κενουμένοις.

Cliquer un n° de page pour en afficher l’image