Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.19, ed. Kühn, 1828, vol. 17b, p. 57-62. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.19


11. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος
12. καὶ διὰ νώτου τότε ἐς κεφαλήν. ἀτὰρ καὶ ἀνδράσιν
13. ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν. φρίσσουσι γὰρ τὰ ἔξωθεν
14. μᾶλλον ἢ τὰ ἔνδον τοῦ σώματος, οἷον πήχεων, μηρῶν.
15. ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ. ἀφ’
16. ὧν δὲ ἄλλων ῥιγοῦσιν ἴσως ἑλκέων ἄρχεται ἐκ τῶν
17. ἀγγείων.

1. Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐξηγησάμεθα κατά τε τοὺς
2. ἀφορισμοὺς καὶ τὸ δεύτερον τῶν ἐπιδημιῶν. τὸ δ’ ἐπὶ τῇ
3. τελευτῇ προσκείμενον οὐκ ὀλίγα πράγματα παρέσχηκε τοῖς ἐξηγησαμένοις
4. τὸ βιβλίον. ἄλλος γοῦν ἄλλως αὐτὰ γράφει, δηλοῦντες
5. ἅπαντες ὡς οὐχ οἷόν τ’ ἐστὶ πιθανῶς ἐξηγήσασθαι τὴν
6. ῥῆσιν, ἐάν γε τὴν ἀρχαίαν φυλάττῃ γραφήν. ἐκείνη μὲν οὖν
7. ἐστι τοιάδε, ἐξ αὐτῆς δέ τινες τὸ ἴσως ἑλκέων ὑπαλλάξαντες
8. ἔγραψαν ὡς ἑλκέων, ἵν’ ᾖ παράδειγμα τοῦτ’ αὐτὸ τῶν
9. ἄλλων. οὐ γὰρ ἀφ’ ἑλκῶν μόνον, ἀλλὰ καὶ ἀποστημάτων
10. εἰς πῦον μεταβαλλόντων ῥιγοῦσι. καὶ μέντοι καὶ καυθέντες
11. τινὲς καὶ τμηθέντες ἐῤῥίγωσαν ἐπί τε τῇ καύσει καὶ τῇ
12. τομῇ. τινὰς δ’ ἐθεασάμην διὰ δριμὺ φάρμακον ἐπιτεθὲν
13. ἕλκει ῥιγώσαντας. ἀλλὰ πάντα τὰ τοιαῦτα ῥίγη φαινόμενον
14. ἔχει τὸ προκατάρχον αἴτιον. ἑτέρα δ’ ἐστὶν ἐν τριταίοις
15. καὶ τεταρταίοις πυρετοῖς καὶ πολλάκις ἅμα κρίσει γινόμενα,
16. χωρὶς αἰτίας φανερᾶς, ἐφ’ ὧν φασιν εἰρῆσθαι τὸ ῥίγεα
17. ἄρχεται γυναιξὶ μὲν μᾶλλον καὶ τὰ ἄλλα ἐφεξῆς. καίτοι γε
18. τοῦτο πρῶτον αὐτὸ θαυμάσειν ἄν τις ὅπως ἐν τοῖς ἀφορισμοῖς,
1. ἔνθα μάλιστα τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται καὶ
2. τὸν περὶ τοῦ ῥίγος λόγον ἔγραψεν ἀποφηνάμενος καθόλου,
3. χωρὶς διορισμοῦ τοῦ νῦν ἐν τῇ προκειμένῃ ῥήσει διδασκομένου.
4. φαίνεται γὰρ εἰ ταύτῃ τις προσέχῃ τὸν νοῦν, οὐ
5. πάντα μόνον τὰ ῥίγη καθ’ ἕνα τρόπον γίνεσθαι δοξάζων
6. ἐν τῷ λέγειν· ἀφ’ ὦν δὲ ἄλλων ῥιγέουσιν, οἷον ἑλκέων, ἄρχεται
7. ἐκ τῶν ἀγγείων, πρὸς τῷ καὶ αὐτὸ τοῦτο, ἐκ τῶν
8. ἀγγείων ἄρχεσθαι φάναι τὸ ῥῖγος, οὔτ’ ἔχειν ἀντιδιαίρεσιν
9. τοῖς προειρημένοις. ἔνεστι γοῦν λέγειν ὡς ἐκ τῶν ἀγγείων
10. μὲν ἄρχεσθαι τὰ ῥίγη πάντα, τουτέστι τῆς ἐν αὐτῇ κακοχυμίας,
11. ἀλλὰ φρίττει πρῶτα μὲν ὀσφὺς καὶ τὰ κατὰ νῶτον,
12. ἔπειτα δὲ καὶ τὰ ἄλλα. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν μεταγράψαντες
13. τὴν παλαιὰν γραφὴν οὕτως ἐτύπωσαν τὴν λέξιν.
14. ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουσιν, ὡς ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων,
15. ἵν’ ὁ λόγος ᾖ τοιοῦτος. ὅσα μὲν ἄνευ τόπου πεπονθότος
16. γίνεται ῥίγη, τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου
17. λαμβάνει. τὰ δ’ ἄλλα τῶν πεπονθότων ἀφορμᾶται μορίων,
18. ἅπερ δὴ καὶ αὐτοῦ τοῦ ῥίγους ἐστὶν ἡ αἰτία. τινὲς δ’ ἀντὶ
1. τῶν ἀγγείων ἔγραψαν ἐναντίων, ἵν’ ἐφ’ ὧν ὁ πεπονθὼς τόπος
2. αἴτιος γίνεται τοῦ ῥίγους, ἕλκων ἐφ’ ἑαυτὸν, ὥς φασι,
3. κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ ῥιγοῦσι τὸ ἐκ παντὸς τοῦ
4. σώματος αἷμα φανεῖται τὸ ῥῖγος ἐκ τῶν ἐναντίων τοῖς πεπονθόσι
5. μορίοις ἀρχόμενον, ἐναντία καλοῦντος αὐτοῦ τοῖς
6. μὲν ἄνω τὰ κάτω, τοῖς δ’ ἀριστεροῖς τὰ δεξιά. δῆλον
7. οὖν γέγονε τοῖς γε προσέχουσι τὸν νοῦν ὡς ἐξ αὐτῶν
8. ὧν μεταγράφουσιν, ἐπ’ ἐναντιωτάτας ἀποφάσεις
9. ἄγουσι τὸν λόγον, ἔνιοι μὲν ἐκ τῶν πεπονθότων μορίων
10. ἄρχεσθαι τὰ ῥίγη λέγοντες, ἔνιοι δ’ ἐκ τῶν ἐναντίων αὐτοῖς,
11. ἅπερ, ὡς αὐτοί φασι, τὰ ποῤῥωτάτω. περὶ μὲν οὖν
12. αἰτίας, ὡς εἴρηται πολλάκις, ἔξεστι τῷ βουλομένῳ λέγειν
13. ὡς ἂν θέλῃ, τὰ φαινόμενα δὲ ἐναργῶς οὐκ ἔξεστιν. ἀνατραπήσονται
14. γὰρ οὕτως αἱ τέχναι πᾶσαι καὶ τῶν ἀνθρώπων
15. ὁ βίος. φαίνεται δ’, ὡς ἐν ἀφορισμοῖς ἐδίδαξε, τὰ ῥίγη
16. πάντα τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνοντα καὶ
17. τουτὶ τὸ νῦν προκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως. εἰ
18. μὲν οὖν ὁ συνθεὶς τὸ βιβλίον, ὡς λέγουσι, Θέσσαλος ὁ τοῦ
1. Ἱπποκράτους υἱὸς, ἐν τοῖς τοῦ πατρὸς ὑπομνήμασιν εὑρὼν
2. ἐξεγράψατο, κακῶς ἐποίησεν ἐγγράψας αὐτὸ τῷ βιβλίῳ. τὰ
3. γὰρ ὑπὸ τοῦ πατρὸς κεκριμένα χρόνῳ πολλῷ καὶ διὰ τῶν
4. ἀφορισμῶν εἰς ἀπόφασιν καθολικὴν ἠγμένα βεβαιότερα
5. νομίζειν αὐτὸν ἐχρῆν εἶναι τῶν, ὁπότ’ ἐζήτει, πρόσθεν οὐδέπω
6. γινωσκομένων. εἰ δ’ αὐτὸς ἐξ αὐτοῦ προσέγραψε τοῦτο,
7. πολὺ χεῖρον ἔπραξε, τὴν τοῦ πατρὸς ἀπόφασιν καθολικὴν
8. διαστρέψας ἐπὶ τὸ φαῦλον. εἰ δ’ ἄλλος τις τῶν μετὰ Θέσσαλον
9. ἔγραψε τὸ βιβλίον τοῦτο, κακῶς ἐκεῖνος ἐποίησεν.
10. καὶ γὰρ ὡς εἴρηται πολλάκις ἡ πεῖρα κρείττων ἐστὶ τῶν
11. ἐναργῶς φαινομένων, οὐχ ὁ λόγος, ὃν ἂν ἕκαστος ἑαυτῷ
12. πιθανῶς ἀναπλάσῃ. τοῦ γὰρ ὅτι δὴ γίνεται τόδε τι
13. συμφωνηθέντος ὁ λόγος ζητεῖ καὶ διατείνεται· τοῦ δ’ ὅλως
14. φαινομένου γίνεσθαι ληρῶδές ἐστιν ὡς γενομένου λέγειν
15. αἰτίαν. εἴρηται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγηταῖς εἰς τὴν
16. προκειμένην ῥῆσιν. ἀλλ’ ἔγωγε πολλάκις ἤδη παρῃτησάμην
17. ἁπάντων μεμνῆσθαι καὶ μάλισθ’ ὅταν αὐτῶν
1. τὰ πιθανώτατα δόξαντα εἶναι βασανιζόμενα φαίνηται
2. ψευδῆ.

Cliquer un n° de page pour en afficher l’image