9. Καθαίρεσις δρόμοισι, πάλῃσιν, ἡσυχίῃσι, πολλῇσι
10. περιπάτοισι ταχέσιν, οἶσιν ἑφθὴ μᾶζα, τὸ πλεῖστον ἄρτος
11. ὀλίγος.
13. Τὸ μὲν τῆς κενώσεως ὄνομα κατὰ μόνων τῶν ὑγρῶν
14. λέγεται, τὸ δὲ τῆς καθαιρέσεως μᾶλλον μὲν ἐπὶ τῶν στερεῶν,
15. ἐνίοτε δὲ κᾀπὶ τῶν ὑγρῶν. καὶ μέντοι καὶ τὰ νῦν
16. εἰρημένα κοινὰ τῆς τε τῶν ὑγρῶν καὶ τῆς τῶν στερεῶν
17. μειώσεώς ἐστιν, ὅταν ἄνευ καθάρσεως ἢ κενώσεως αἵματος
1. αὐτὰς ποιήσασθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι.
2. νοσοῦντα γὰρ οὐδεὶς δρόμοις καὶ πάλαις θεραπεύσει.
3. κοινὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐστὶ τῶν ὁμοίων αὐτοῖς
4. τὸ τῶν γυμνασίων γένος, ἐκτεταμένων ἐπί τε δίσκων
5. καὶ ἀκοντίων βολὰς, ἅλματά τε καὶ ἀλτῆρας, ὁπλομάχας τε
6. καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλισθ’ ὅσα κατὰ
7. γεωργίαν πονοῦσιν ἀροῦντές τε καὶ θερίζοντες καὶ σκάπτοντες.
8. ἅπαντ’ οὖν τὰ γυμνάσια καὶ τῶν σαρκῶν καὶ πιμελῶν
9. καὶ χυμῶν πλῆθος μειοῖ. χρῆσθαι δ’ ἐφ’ ἑνὸς σώματος
10. αὐτοῖς ἀδύνατον, ἀλλὰ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἡλικίας
11. καὶ τὴν δύναμιν καὶ τὸ ἔθος, ἐξευρίσκειν ἑκάστῳ προσήκει
12. τὸ ἐπιτήδειον γυμνάσιον, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε. νυνὶ
13. γὰρ ἐκ τῆς τῶν Ἱπποκράτους συγγραμμάτων ἐξηγήσεως οὐ
14. τὰ τῆς ἰατρικῆς θεωρήματα μανθάνετε, προμεμαθηκότες
15. ταῦτα κατὰ τάξιν ἐν ταῖς οἰκείαις πραγματείαις, ἐν αἷς
16. ἁπάσαις τά τε δόγματα αὐτοῦ μετὰ ἀποδείξεως ἔγνωτε καὶ
17. τὰ τοῖς δόγμασιν ἀκόλουθα κατὰ μέρος ἅπαντα.
18. βουληθέντες δὲ τῶν εἰρημένων παρ’ αὐτοῦ τὴν ἱστορίαν
1. προσκτήσασθαι, ταῦτα ἠξιώσατέ με τὰ ὑπομνήμαθ’ ὑμῖν
2. ποιήσασθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀσαφεῖς λέξεις
3. ἐπιστημονικὴν ἐξήγησιν οὐ προσίενται. νῦν γοῦν εὐθέως
4. ἐφεξῆς γεγραμμένου τοῦ ἡσυχίῃσιν, οὐκ ἔστι γνῶναι σαφῶς
5. ὃ βούλεται δηλῶσαι διὰ τῆς φωνῆς ταύτης ὁ Ἱπποκράτης.
6. στοχάζεσθαι δὲ χρὴ, καθάπερ ἐν ταῖς ἄλλαις ἀσαφέσι λέξεσιν,
7. οὕτως κᾀν ταύτῃ, τὸ μέν τι τῷδε φαίνεσθαι πιθανώτερον
8. εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε καὶ ἄλλος
9. ἄλλως ἐξηγεῖται τὴν ἡσυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν
10. μεταξὺ διαναπαύσεων ἐν τοῖς γυμνασίοις εἰρῆσθαι, καθάπερ
11. ἐν ἀφορισμοῖς εἶπεν· ὁκόταν ἄρξηται πονέειν τὸ διαναπαύειν
12. εὐθὺς ἄκοπον. ἐγχωρεῖ δὲ κᾀπὶ τῶν ταῖς ὅλαις
13. ἡμέραις ἐσομένων ἡσυχιῶν ἐν τοῖς μεταξὺ λελέχθαι. δύναται
14. δὲ καὶ τελείαν ἡσυχίαν ἐπί τινων σωμάτων συμβουλεύειν.
15. εἰ γὰρ οὕτως αὐτὸς εἶπε, κίνησις κρατύνει, ἀργίη
16. τήκει, δύναιτ’ ἄν ποτε καὶ βίος ἀργὸς λεπτῦναι τὸ σῶμα.
17. καὶ γὰρ τεθεάμεθά τισιν οὕτω συμβῆναι ἐκ μεταστάσεως
18. εἰς ἀργίαν τῶν γυμνασίων. ἀλλὰ διορισμῶν ἀκριβῶν ἐστι
1. χρεία, τίνες εἰσὶν οἱ τούτων δεησόμενοι λεπτύνσεως ἕνεκεν.
2. οὐ γὰρ δεῖ κενώσεώς γε πλεοναζόντων ὑγρῶν. οὐδέποτε γὰρ
3. ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότως οὖν ἔνιοι περὶ καθαιρέσεως
4. σαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φασιν, οὐ κενώσεως
5. ὑγρῶν ὡς ἐν πληθώραις τε καὶ ταῖς ὑδαρώδεσιν
6. ἕξεσι γίνεται. δυνατόν γε μὴν ἐπ’ ἀμφοτέρων αὐτοῦ τὸν
7. λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων,
8. ὅσα τε κοινὰ τῶν καθαιρέσεων ἀμφοτέρων ἐστὶ καὶ
9. ὅσα τε καθ’ ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάσια
10. τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθ’ ἑκάστην ἡμέραν
11. γυμνασίων καὶ τῆς ἐπ’ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον,
12. ἴνα γυμνασάμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ
13. ἔθος ἐστὶ, διασώζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν
14. γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ
15. τοῦτ’ ἐν τοῖς ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς, ἄλλοις τε
16. καὶ τῷ Ἐρασιστράτῳ, ὥστε κᾀκ τούτου δῆλον γίνεσθαι,
17. πολὺ τὸ στοχαστικὸν ἐν ταῖς ἐξηγήσεσιν εἶναι τῶν διὰ συντομίαν
18. ἀσαφῶς ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν
1. λέξιν ὡς ἂν ἐθέλῃ τις ἑξῇ, πολὺ δή που μᾶλλον ἄδηλον
2. γίνεται τὸ τῆς γνώμης τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ
3. ῥήσει γράφουσιν ἔνιοι, ἡσυχίῃσι πολλῇσι, οὔτε τῶν
4. παλαιῶν ἀντιγράφων, οὔτε τῶν πρῶτον ἐξηγησαμένων τὸ
5. βιβλίον ἐπισταμένων τὴν γραφὴν ταύτην. εἰ δ’ ἀναγκάζει
6. τις ἡμᾶς αὐτὴν ἐξηγήσασθαι τὴν μετὰ τὰ γυμνάσια γινομένην
7. ἡσυχίαν, φήσομεν ἀξιοῦν αὐτὸν ποιεῖσθαι πολλήν. ἀλλὰ
8. ταύτην μὲν ἐατέον, τὴν δ’ ὁμολογουμένην ἅπασι γραφὴν
9. ἐξηγούμενοι, συμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖς περιπάτοις
10. καὶ ὀξέσι χρῆσθαι. παχύνουσι γὰρ οἱ βραδεῖς, ὥσπερ
11. καὶ τὰ βραδέα γυμνάσια. καὶ θαυμάζω γε πῶς ἐπ’ ἐκείνων
12. παρέλιπε τοῦ ταχέσι. καὶ γὰρ δρόμοι ταχεῖς καὶ
13. γυμνάσια τοιαῦτα καὶ σαρκῶν ὄγκον καθαιρεῖ καὶ χυμῶν
14. πλῆθος κενοῖ καὶ σχεδὸν ἅπασιν ὁμολογεῖται τοῦτο καὶ γυμνασταῖς
15. καὶ ἰατροῖς. ὁ δ’ οὖν Ἱπποκράτης ἐφεξῆς ἔγραψε
16. περὶ τῆς ἐπιτηδείου τροφῆς τοῖς καθαιρέσεως δεομένοις,
17. ὡς εἴωθεν, ἐκ τοῦ παραδείγματος ἑνὸς ἑαυτῷ ὑπόμνησιν
1. ποιησάμενος τοῦ καθόλου πᾶσιν ἁρμόττοντος. ἔστι
2. δὲ τούτοις καθόλου τροφὰς διδόναι μὴ τροφίμους, ὁποῖόν
3. ἐστι τὸ χοίρειον κρέας, ἀλλ’ ὀλιγοτρόφους, ὁποῖόν ἐστι τὸ
4. τῆς ὄϊος, ὅπερ ἐστὶ τοῦ προβάτου. καὶ ἡ μᾶζα δὲ τῶν ὀλιγοτρόφων
5. ἐστί. διὰ τοῦτ’ οὖν ταύτης μὲν τὸ πλεῖστον, ὀλίγον
6. δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει.