Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.20, ed. Kühn, 1828, vol. 17b, p. 62-65. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.20


5. Κεφάλαιον ἐκ τῆς γενέσεως καὶ ἀφορμῆς καὶ πλείστων λόγων
6. καὶ κατὰ μικρὸν γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα,
7. εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν καὶ εἰ μὴ ὅμοια
8. ἀλλήλοισίν εἰσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται
9. μία, οὕτως ἂν εἴη ὁδός. οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων
10. δοκιμασίη καὶ τῶν μὴ ἐχόντων ἔλεγχος.

12. Οὐ τὸ προστάττειν ἃ νῦν εἶπεν, ἀλλὰ τὸ πράττειν ἐπὶ
13. τῶν νοσούντων αὐτὰ δύσκολον, ὅλως γοῦν τῆς τέχνης τὸ
14. κεφάλαιον ἐν αὐτοῖς ἐστιν. ἐάν γάρ τις ἀκριβῶς εἰδῇ τήν
15. τ’ ἐκ πρώτης γενέσεως φύσιν τοῦ νοσοῦντος, ἐκ τίνος τε
16. νῦν αἰτίας νοσεῖ καὶ διὰ πολλῶν λόγων κατὰ μικρὸν γινωσκομένων,
17. ἐπισκοπούμενος τάς τε φαινομένας ὁμοιότητας
1. καὶ τὰς δοκούσας ἀνομοιότητας εἶναι καὶ τἄλλα τὰ διὰ
2. τῆς ῥήσεως εἰρημένα καλῶς εὑρίσκῃ, θεραπεύειν οὕτως δυνήσεται
3. κάλλιστα. σκεψώμεθα οὖν ἅπαντα τὰ κατὰ μέρος,
4. ἀναμιμνήσκοντες μὲν ὅσα δι’ ἄλλων ἐπὶ πλέον ἐξειργάσμεθα,
5. προστιθέντες δ’ αὐτοῖς εἴ τι λείποι. τὸ μὲν οὖν ἐπίστασθαι
6. τὴν ἐκ τῆς πρώτης γενέσεως ἑκάστῳ τῶν θεραπευομένων
7. φύσιν εἴρηται καὶ δέδεικται πολλάκις ὅπως ἄν
8. τις κάλλιστα πράττῃ. δέδεικται δ’ οὐδὲν ἧττον ἃ χρὴ περί
9. τε τῶν πεπονθότων τόπων καὶ τῶν συμπαθούντων αὐτοῖς
10. ἐπίστασθαί τε καὶ διαγινώσκειν ἀκριβῶς ἐπὶ τῶν νοσούντων.
11. ὥσπερ γε καὶ περὶ τῶν αἰτίων ὅσα γε προκατάρχοντα
12. καλοῦσι καὶ ὅσα προηγούμενα καὶ ὅσα συνεκτικά.
13. δέδεικται δὲ καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἡνίκα ἔλεγεν
14. ἡ περὶ τὸν κάμνοντα οἰκονομία, τίνα χρησίμως ἄν τις
15. ἐκ τῶν τοῦ κάμνοντος λόγων ἀθροίσειεν εἰς τὰ τῆς τέχνης
16. ἔργα. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος ἐν αὐτῇ θεωρουμένων
17. ἐπισκοπούμενον τὰς ἀνομοιότητας εἰς μίαν ἄγειν
18. καθόλου τε καὶ κοινὴν ὁμοιότητα προσήκει. τὰ πλεῖστα
1. δὲ τῶν ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶ χρήσιμα,
2. τὸ δ’ ἐφεξῆς εἰρημένον αὖθις ἀνομοιότητας τούτοισι τὴν
3. ἀπὸ τῶν καθόλου καὶ κοινῶν καὶ ὁμοίων εἰς τὰς διαφορὰς
4. τομὴν ἐνδείκνυται. δέδεικται δ’ ἡμῖν καὶ τοῦτο κατὰ πάντα
5. τὰ μέρη τῆς τέχνης. ἐν μὲν τῷ περὶ τῆς διαφορᾶς τῶν
6. συμπτωμάτων, ἐπὶ τῆς τοῦ γενικοῦ συμπτώματος. οὕτως
7. δὲ κᾀν τοῖς περὶ διαφορᾶς τῶν σφυγμῶν καὶ τοῦ σφυγμοῦ.
8. ἀλλὰ καὶ κατὰ ταύτας τὰς διαφορὰς πάλιν ὁμοιότης ἐστὶ
9. καὶ τέμνεταί γε πάλιν ἑκάστη διαφορὰ, καθάπερ ἐδιδάξαμεν,
10. εἰς ἄλλας μερικωτέρας διαφορὰς, καὶ αὗται πάλιν ἔχουσιν
11. ὁμοιότητάς τινας. κατὰ τοῦτ’ οὖν εἰπὼν αὖθις, τὰς
12. ἀνομοιότητας τούτοισιν, ἐπήνεγκε καὶ εἰ ὅμοια ἀλλήλοισιν,
13. ἵν’ ἀκούσωμεν περισπασθέντος τοῦ κατὰ τί. βούλεται γὰρ
14. ἡμᾶς γινώσκειν τὰς ὁμοιότητας, αἵπερ εἰσὶ διαφοραὶ, κατὰ
15. τί πάλιν ὅμοιαί εἰσιν ἀλλήλαις, ὡς ἐκ τῶν ὁμοιοτήτων ὁμοιότης
16. γένηται μία. καὶ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἑκάστη διαφορὰ
17. κοινὴν ἔχει ὁμοιότητα καὶ πάσας ἡ γενικὴ περιλαμβάνει.
1. καλῶς οὖν εἶπεν αὕτη. ἡ γὰρ ὁδὸς, ὀρθὴ κατὰ
2. πᾶσαν δηλονότι τέχνης σύστασίν ἐστιν, ὡς ἔμαθες. κεκλήκασι
3. δὲ οὐχ ὁδὸν, ἀλλὰ μέθοδον οἱ μεθ’ Ἱπποκράτην τὴν
4. τοιαύτην ὁδὸν, ἔξ ἧς καὶ τῶν ὀρθῶς εὑρισκομένων τε καὶ
5. γινομένων ἐν ταῖς τέχναις δοκιμασία καὶ τῶν οὐκ ὀρθῶς
6. ἐχόντων ὁ ἔλεγχος γίνεται.

Cliquer un n° de page pour en afficher l’image