9. Αἱμοῤῥαγίη ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν ἢ τοῖσιν
10. ἐρυθροχλώροις ἢ τοῖσιν ὑποχλώροισιν.
12. Οὐ πρόσκειται τῷ λόγῳ πότερον γίνεται μᾶλλον ἐν
13. ταῖς νόσοις ἐκ ῥινῶν αἱμοῤῥαγία τοῖς εἰρημένοις ἢ μᾶλλον
14. τῶν ἄλλων ὠφελεῖ τούτους. ἀλλ’ οὐδὲ τίνας λέγει τοὺς ὑποχλωρομέλανας
15. εὔδηλόν ἐστιν. ὡς γὰρ εἶπον ἤδη πολλάκις,
16. εἰώθασιν οἱ Ἕλληνες ἐπὶ τῶν φυτῶν τὸ χλωρὸν λέγειν ἀπὸ
17. τῆς χλόης καὶ τοῦ ταύτης χρώματος ὡς τὰ πολλὰ, καταχρώμενοι
1. δὲ καὶ πᾶν τὸ εὐσθενοῦν καὶ τὴν οἰκείαν ἔχον
2. εὐεξίαν οὕτως ὀνομάζουσιν. ἔστι δ’ ὅτε καὶ τοὺς ὠχροὺς
3. προσαγορεύουσι χλωροὺς, καὶ νῦν οὕτω δοκεῖ τισὶ τῶν ἐξηγητῶν
4. ὁ Ἱπποκράτης εἰρηκέναι χλωρομέλασιν, ὡς εἰ καὶ
5. ὠχρομέλασιν εἶπεν. αὐτοὺς δὲ τούτους ἔνιοι μὲν ἐπιτηδειοτέρους
6. εἶναι πρὸς αἱμοῤῥαγίαν φασὶ διὰ τὴν ἐπιμιξίαν τῆς
7. ὠχρᾶς χολῆς, ὡς ἀναστομῶσαι δυναμένης ἀγγεῖον διὰ τὴν
8. δριμύτητα. τινὲς δὲ ὠφελεῖσθαι μᾶλλον διὰ τὸ μοχθηροὺς
9. ἔχειν χυμοὺς κενώσεως δεομένους. ὡσαύτως δὲ κἀπὶ τῶν
10. ἐρυθροχλώρων διέστησαν, οἱ μὲν ἑτοιμοτέρους εἰρῆσθαι
11. πρὸς αἱμοῤῥαγίαν αὐτοὺς φάσκοντες, οἱ δὲ ὠφελεῖσθαι
12. μᾶλλον. ἐπ’ ἀμφοτέρων δὲ κοινὸν μὲν τὸ πλεονάζειν
13. τὴν ὠχρὰν χολὴν, οὐ κοινὸν δὲ τὸ μελαγχολικώτερον
14. μὲν αὐτῇ μεμίχθαι χυμὸν ἐν τοῖς χλωρομέλασιν, αἱματικώτερον
15. δ’ ἐν τοῖς ἐρυθροχλώροις. ἔνιοι δὲ ἐρυθροχρόους
16. γράφουσι διὰ τοῦ ρ, τοὺς τὴν ἐρυθρὰν ἔχοντας χρόαν δηλοῦσθαι
17. βουλόμενοι. τρίτων δὲ εἰρημένων τῶν ὑποχλώρων
1. ἀκούουσι μὲν κᾀνταῦθα τοὺς ὑπώχρους, ἐνδεικνυμένης
2. δὲ τῆς φωνῆς τοὺς βραχίους ἔχοντας ὠχρότητας, τίνι
3. ταύτην μεμίχθαι βούλονται παραλείπουσιν. εἰ μὲν γὰρ μελανότητα,
4. τούτους πρώτους αὐτῷ λελέχθαι φασὶν, εἰ δ’
5. ἐρυθρότητα, δευτέρους. μήποτ’ οὖν, ὅταν λευκότητι μιχθῇ,
6. καλεῖ τούτους ὑποχλώρους. ὁ δὲ λευκόχροος οὔθ’ ἕτοιμός
7. ἐστιν εἰς αἱμοῤῥαγίαν οὔτε τῶν προειρημένων ὠφελεῖται
8. μᾶλλον.