Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.22, ed. Kühn, 1828, vol. 17b, p. 67-69. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.22


11. Βραχέα ὑφέντα παχῦναι ξηρά.

13. Αὕτη μὲν ἡ παλαιὰ γραφή· οἱ δὲ περὶ τὸν Σαβῖνον
14. οὐ βραχέα γράφουσιν, ἀλλὰ βραχίονα, καί φασιν ἀντισπάσεως
15. ἕνεκεν ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας ὀνινάναι τὴν
16. ἀπὸ βραχίονος φλεβοτομίαν, οὐ μόνον ἰδίαν ἐξηγούμενοι
17. γραφὴν, ἀλλὰ καὶ πιθανῶς ἀξιοῦντες ἡμᾶς ἀκούειν τὸν βραχίονα
1. ὑφέντα λελέχθαι περὶ τῆς ἀπ’ ἀγκῶνος φλεβοτομίας.
2. ἐγὼ δὲ τὴν μὲν τοιαύτην φλεβοτομίαν ὠφελοῦσαν ἱκανῶς
3. οἶδα τὴν ἐκ ῥινὸς αἱμοῤῥαγίαν ἀμέτρως γινομένην, ἀντισπᾷ
4. γὰρ αὐτὴν καὶ κωλύει γίνεσθαι. οὐ μὴν τήν γε τοῦ Ἱπποκράτους
5. ῥῆσιν ὁρῶ τοῦτο δηλοῦσαν, ἀλλὰ τὸ βραχέα ὑφέντα
6. λέγειν ἔοικεν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν, ἐπὶ τοῦ
7. συγχωρήσαντος βραχέα τῇ ῥύσει τοῦ αἵματος, οὕτως καὶ
8. ἐπὶ τὸ παχύνειν αὐτὸν μεταβαίνειν. ἐπεὶ δ’ οὐχ ἁπλῶς
9. εἶπε παχῦναι, οὐ μεθ’ ὑγρότητος, ἀλλὰ μετὰ ξηρότητος τὸ
10. αἷμα τινὲς παχῦναι ξηρῷ κατὰ δοτικὴν πτῶσιν γράψαντες
11. ὑπακοῦσαί φασι χρῆναι τῷ φαρμάκῳ. τοῦτο γὰρ κᾀκ τῶν
12. ἐπιφερομένων δηλοῦσθαι τοῖς διηγουμένοις συμβουλὴν εἶναι
13. περὶ τῶν συνεχῶς αἱμοῤῥαγούντων οὐκ ἐν νόσοις, ἀλλὰ
14. ἀνορθωκόσιν ἐπὶ τῆς διαίτης ὁ λόγος ἀναφαίνεσθαι δοκεῖ,
15. κελεύσαντος αὐτοῦ ἐκ τῶν παχυνόντων μετὰ ξηρότητος εὔχυμον
16. τούτοις ἐργάζεσθαι, χόνδρον καὶ ἄμυλον εἶναι λέγουσι
1. ταῦτα καὶ γάλα καὶ τυρὸν νέον καὶ χοίρεια κρέα καὶ μάλιστα
2. τῶν γαλαθηνῶν ἀρνῶν, πρὸς τούτοις δὲ καὶ ἐρίφων.
3. οἱ δὲ περὶ τῶν ἐν νόσοις αἱμοῤῥαγούντων εἰρῆσθαι βουλόμενοι
4. τὸν λόγον, συμβουλεύειν αὐτόν φασι παχύνειν τὸ αἷμα
5. χωρὶς τροφῆς. τοῦτο γάρ σημαίνει τὸ ξηρῶς, ἐπειδὴ συμπέπτειν
6. βούλεται τὴν κακοχυμίαν, εἰς τὴν πέψιν δὲ συντελεῖ
7. καὶ τὴν τῶν πεπτικῶν φαρμάκων χρῆσιν ἔστιν ὅτε τὰ
8. στύφοντα. καὶ γὰρ καὶ ταῦτα παχύνουσι τὸ αἷμα, καθάπερ
9. καὶ ἡ πέψις. εἴρηται δ’ ἐφεξῆς αὐτῷ τῶν τοιούτων φαρμάκων
10. παράδειγμα. τινὲς δ’ οὐ ξηρῶς εἰς τὸ σ΄ τελευτώσης
11. τῆς λέξεως, ἀλλ’ εἰς τὸ ώ γράφουσι ξηρῷ, φάσκοντες
12. αὐτὸν κελεύειν παχύνειν τὸ διὰ τῆς ῥινὸς ἐκκενούμενον
13. ἐν τῇ αἱμοῤῥαγίᾳ αἷμα ξηρῷ τῷ φαρμάκῳ.

Cliquer un n° de page pour en afficher l’image