16. Τοῖσι δ’ ἑτέροισιν ἧσσον παχυσμόν.
1. Ἑτέρους φασὶ λέγειν αὐτὸν τοὺς χωρὶς κακοχυμίας
2. αἱμοῤῥαγοῦντας συνεχῶς, οἷς οὔτ’ ὠχρᾶς οὔτε μελαίνης χολῆς
3. ἐπιμέμικται. τινὲς δὲ κἀνταῦθα γράφουσιν οὐ παχυσμὸν,
4. ἀλλὰ παχῦναι τὴν λέξιν σαφεστέραν ἐργάσασθαι βουλόμενοι,
5. τὴν μέντοι διάνοιαν φυλάττουσι τὴν αὐτὴν, εἴ γε
6. καὶ αὐτοὶ κελεύειν αὐτόν φασι τοὺς ἑτέρους οἱ διὰ πλῆθος
7. αἵματος κακοχύμου αἱμοῤῥαγοῦσιν ἧττον παχύνειν,
8. ἀκουομένου δηλονότι τοῦ παχύνειν αὐτοῦ πάλιν διττῶς,
9. τινῶν μὲν κατὰ τὴν δίαιταν, τινῶν δὲ κατὰ τὰ προσφερόμενα
10. τῇ ῥινὶ φάρμακα τὸν παχυσμὸν τοῦ αἵματος ἀξιούντων
11. γίνεσθαι, τινῶν δὲ κατ’ ἀμφότερα. βεβαίως δ’ ὅτι γνῶσιν
12. οὐδεμίαν τῶν τοιούτων ἔχει λέξεων εἴρηταί μοι πολλάκις.