Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.24, ed. Kühn, 1828, vol. 17b, p. 70-73. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.24


15. Ξηρῷ δὲ δεῖ λευκῷ, οἷον κηκὶς, στυπτηρίη.

1. Αὕτη μὲν ἡ παλαιὰ γραφὴ, δυσεξήγητον δὲ οὖσαν αὐτὴν
2. ἔνιοι μετέγραψαν, οἱ μὲν ἐπ’ ὀλίγον, οἱ δ’ ἐπὶ πλέον
3. ὑπαλλάττοντες. ἐπὶ πλέον μὲν οὖν ὑπήλλαξαν οὕτως γράψαντες,
4. ξηρῷ δὲ λευκῷ ἀπὸ ῥινῶν, οἷον κηκὶς, στυπτηρίη.
5. διάνοιαν δ’ αὐτῆς εἶναι βούλονται τοιάνδε, τοὺς αἱμοῤῥαγοῦντας
6. ἀμετρῶς ἀπὸ ῥινῶν πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις
7. ἔτι καὶ τοπικοῖς βοηθήμασι θεραπευτέον ἐστί. παράδειγμα
8. δὲ τῶν τοπικῶν βοηθημάτων εἰρῆσθαί φασι ξηρὸν
9. φάρμακον λευκὸν ἐντιθέμενον τῇ ῥινί. τῆς κηκίδος δὲ οὐκ
10. οὔσης λευκῆς, ἔνιοι προσέθεσαν αὐτῇ καὶ τὴν στυπτηρίαν,
11. γράψαντες οἷον κηκὶς, στυπτηρίη. τὸ δὲ τῇ ἢ τῇ περιεῖλον
12. εἰκότως, ὡς μικρὸν ὂν καὶ οὐκ ἄξιον Ἱπποκράτους, εἴ γε δὴ
13. σημαίνειν αὐτό φασιν, ὁπότερος ἂν μυκτὴρ αἱμοῤῥαγῇ, τούτῳ
14. τὸ ξηρὸν φάρμακον ἐντιθέναι. φυλαττομένης δὲ τῆς
15. παλαιᾶς γραφῆς αἰνιγματώδης ἡ λέξις γίνεται. τίνα γὰρ
16. ἀπὸ ῥινῶν ἀξιοῖ λευκὰ κενοῦν ἢ καθαίρειν ἢ συμπέττειν ἢ
17. αὐτόματα φερόμενα θεάσασθαι, παντάπασιν ἄπειρον εὑρεῖν,
18. αὐτοῦ γε τοῦ Ἱπποκράτους μηδὲν προσθέντος τῷ λευκῷ.
1. κατ’ τοῦτ’ οὖν εἰκότως ἐν αὐτῷ τούτῳ πρῶτον οἱ ἐξηγηταὶ
2. διηνέχθησαν, ὑπακούειν ἀξιοῦντες ἄλλος ἄλλο καὶ ὅτι πᾶσιν
3. αὐτοῖς τὸ, οἷον ἡ κηκὶς ἐναντιοῦται. προσῆκον γὰρ ἦν εἰρῆσθαι
4. τὸ οἷον κηκίδι. τοῦτο μὲν οὖν κοινῇ πᾶσι μάχεται
5. καὶ φυγεῖν οὐχ οἷόν τε τὸ τῆς ἑρμηνείας ἀλλόκοτον,
6. οὐδ’ ἐπανορθῶσαι μεταγράφοντα. λέγουσι δ’ ἔνιοι τὸν ὅλον
7. λόγον αὐτῷ καὶ νῦν ἔτι περὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας
8. εἶναι. χρῆσθαι δὲ συμβουλεύειν ἐπὶ τῶν τοιούτων
9. στύφοντι φαρμάκῳ, κατὰ τὸν αἱμοῤῥαγοῦντα μυκτῆρα τὴν
10. ἔνθεσιν ποιούμενον, ἄχρις ἂν ἔλθῃ λευκὰ παυσαμένης τῆς
11. αἱμοῤῥαγίας. πολλὰ δὲ καὶ ἄλλα μοχθηρῶς λέγουσιν εἰς τὴν
12. ῥῆσιν ἡμαρτημένην, ὡς ἐμοὶ φαίνεται, σχεδὸν δὲ καὶ παρεγκειμένην
13. ὑπό τινος. θαυμάσαι δ’ ἐστὶν ὥσπερ ἐν ἄλλοις
14. πολλοῖς, οὕτω κἀνταῦθα τοὺς (περὶ) ἑτοίμως μεταγράφοντας
15. ἐς ὅ τι ἂν αὐτοῖς δόξῃ τὰς Ἱπποκράτους λέξεις. ἁπάντων
16. γὰρ τῶν ἐξηγητῶν ἐπισταμένων ἐν τῇ ῥήσει γεγραμμένον,
17. ἀπὸ ῥινῶν λευκὰ, μεταγράψαντες αὐτοὶ γράφουσιν, ἀπὸ
1. ῥινῶν τῷ λευκῷ. πολλάκις δ’ εἶπον ὡς ἐν ταῖς αἰνιγματώδεσι
2. λέξεσι τὸ μὲν πιθανῶς μεταγράφειν ἔξεστιν, εἰπόντα
3. δὲ πρότερον αὐτὸ τοῦτο τηνικαῦτα προσήκει μεταλλάττειν
4. τὴν γραφήν.

Cliquer un n° de page pour en afficher l’image