7. Ὅταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμοῤῥαγέουσιν.
9. Αἱμοῤῥαγέουσιν ἐκ ῥινῶν ἑτοίμως οὐ μόνον νοσοῦντες,
10. ἀλλὰ καὶ οἱ ὑγιαίνοντες, οἱ τὴν ἡλικίαν ἄγοντες ταύτην, ἐν
11. ᾗ συμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδισιάζειν
12. ἤδη δύνανται. καὶ πρότερον μὲν οὖν εἶχον αἷμα
13. πολὺ, παῖδες ὄντες, ἀλλ’ εἰς τὴν αὔξησιν οὐκέθ’ ὁμοίως
14. πολύ. τὸ δ’ αἷμα θερμότερον αὐτοῖς γίνεται, διὰ τοῦτ’ οὖν
15. αἱμοῤῥαγοῦσιν. μεμνῆσθαι δ’ ὑμᾶς οἶμαι τὰς μὲν ἐξ ἄλλων
16. μορίων γινομένας αἱμοῤῥαγίας μετὰ τῆς τοῦ τόπου προσηγορίας
17. λεγομένας ἀεὶ, τὰς δ’ ἐκ τῆς ῥινὸς ἔσθ’ ὅτε καὶ
18. χωρὶς τοῦ μέρους.