Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.26, ed. Kühn, 1828, vol. 17b, p. 74-75. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.26


2. Ἐν τῇσι δὲ προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν,
3. ὡς Ἀρκεσίλαος. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες.
4. οἱ δ’ ἐπὴν προσέλθωσι, φυσῶντες κοιλίην, οἷον
5. Δαμαγόρας.

7. Εἴρηκα πολλάκις ὡς εἰ μὲν τὰ πάνυ κακῶς εἰρημένα
8. πολλοῖς τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυσχεραίνουσιν ἅπαντες
9. τῷ μήκει τῶν ὑπομνημάτων. εἰ δ’ ἀνέλεγκτα παραλείποιμι
10. τῶν μετριωτέρων μνημονεύων, οἱ νῦν ἔχοντες ἐξ ἑαυτῶν
11. ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυνήσονται. καὶ
12. νῦν οὖν οὕτω πράξω. τὸ μέντοι προσόδοισιν ἅπαντες σχεδὸν
13. ἤκουσαν ἐπὶ τὸ πρὸς γυναῖκα μίξεως, ὥσπερ γε καὶ
14. τὸ ἀποψοφέουσιν, ἐπὶ τοῦ φύσας προΐεσθαι. καὶ περὶ μὲν
15. τούτου καὶ μικρὸν ἔμπροσθεν εἴρηται, τὸ δ’ ἐφεξῆς γεγραμμένον,
16. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες, τοιόνδε
17. τι δηλοῖ. τινὲς τῶν ἐπιχειρούντων ἀφροδισίοις ἐν τῷ
1. διαθερμαίνεσθαι φρικώδεις γίνονται, καθ’ ὃν λόγον ἤδη
2. πολλάκις ἐμάθετε τοὺς κακοχύμους ἅπαντας, ὅταν ἀθροώτερον
3. θερμαίνωνται, τοῦτο πάσχοντας. ἔνιοι δ’ ἀντὶ τοῦ
4. φρικώδεες ῥιγῶσι γράφουσιν, ὃ δοκεῖ μοι πάνυ σπάνιον
5. εἶναι καὶ μεγίστης κακοχυμίας σημεῖον, ὥστ’ οὐδ’
6. ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆς μίξεως. ἀλλὰ
7. καὶ τὸ ῥικνώδεες ἔνιοι κακώδεες γράφουσιν. ἐξηγοῦνται
8. δέ τινες ἐπὶ τοῦ κακοῦσθαι τὸ σῶμα λελέχθαι τοὺς κακώδεις,
9. ἔνιοι δ’ ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ
10. τὴν κοιλίαν τινὰς ἐμφυσᾶσθαι πρόσθεν εἴρηται. Διοσκορίδης
11. δὲ καὶ ταύτην τὴν ῥῆσιν ὡς μυρίας ἄλλας μετέγραψεν
12. εἰς ἣν αὐτὸς ἐβούλετο λέξιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιάνδε·
13. ἐν τοῖσι προσόδοισιν ἔστιν οἷον ἀποψοφέοντες, οἷον Ἀρκεσίλαος,
14. ἵνα δυσώδεις εἶναι τὰς φύσας αὐτοῦ νοήσωμεν. ὅ γε
15. μὴν Καπίτων καὶ αὐτὸς εἰς πολλὰ πάνυ μεταγράφων τήνδε
16. τὴν λέξιν τοιαύτην ἐποίησεν. ἐν τῇσι προσόδοισιν οἱ ἀποψοφέουσιν,
17. οἷον Ἀρκεσίλαος, οἱ δὲ μέλλοντες ῥιγοῦσι
18. ῥικνώδεις.

Cliquer un n° de page pour en afficher l’image