Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.28, ed. Kühn, 1828, vol. 17b, p. 78-79. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.28


2. Ὀλιγοσιτίη ἄκοπον, ἄδιψον.

4. Εἰρηκὼς καθόλου φυλάττεσθαι χρῆναι τὰς μεταβολὰς,
5. ἕν τι τῶν εἰς φυσικὴν διαφερόντων ἔγραψεν ἐφεξῆς εἰς
6. ἀνάμνησιν ἑαυτῷ. κατὰ γὰρ τὰς ἀμφοτέρας μεταβολὰς, τάς
7. τε τοῦ περιέχοντος καὶ τὰς τῶν ἡμετέρων ἐπιτηδευμάτων
8. τε καὶ τῆς ὅλης διαίτης, ὀλιγοσιτίην τε καὶ τὸ ἄδιψον καὶ
9. τὸ ἄκοπον ἐν ἅπασιν οἷς πράττομεν ἔχειν σκοπόν. οἱ δ’
10. ἐξηγηταὶ τὴν ὀλιγοσιτίαν ἔφασαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι.
11. ψεῦδος δέ ἐστιν, ἐὰν ὡς καθόλου λέγηται, τοῖς μὲν
12. γὰρ φλεγματώδεις ἔχουσι χυμοὺς ἢ χρηστὸν αἷμα πολὺ,
13. ἄκοπόν ἐστι καὶ ἄδιψον ἡ ὀλιγοσιτία, τοῖς δὲ χολώδεσιν ἢ
14. ἐνδεέσιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡς αὐτὸς ἐν τοῖς περὶ
15. διαίτης ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφασιν οἱ γράψαντες
16. ἀσιτία ἄκοπον, ἄδιψον. ἀλλ’ οὗτοι μὲν ἐσχάτως
1. ἀμαθεῖς, ἀγνοῦντες ἃ μηδὲ τῶν ἰδιωτῶν τις ἀγνοεῖ. τινὲς
2. δὲ κατὰ τὸ τέλος τῆς ῥήσεως προστιθέασι τὸ πεινῶντι καί
3. φασι τὴν ὀλιγοσιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι τῷ πεινῶντι.
4. πεινῶντα δ’ εἰρῆσθαί φασι τὸν τῆς ἐνδείας αἰσθανόμενον,
5. καίτοι βέλτιον εἴη λέγειν τῷ μὲν ἐνδείας αἰσθανομένῳ τὴν
6. ὀλιγοσιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεσθαι, τῷ δ’ οὐκ
7. αἰσθανομένῳ χρήσιμον εἶναι, δῆλον γάρ ἐστιν ὅτι πληθωρικῶς
8. διάκειται.

Cliquer un n° de page pour en afficher l’image