2. Κλεῖς περιφανέες, φλέβες διαφανέες.
4. Αἱ τοιαῦται τῶν ῥήσεων οὐκ εὔδηλον ἔχουσι τὴν τοῦ
5. γράψαντος διάνοιαν ὡς ἂν μὴ προσκειμένου κατὰ τὴν λέξιν
6. αὐτῶν ἐπὶ τίνων βούλεται φαίνεσθαι ταῦτα. πολλοὶ μὲν
7. τῶν ἰσχνῶν φύσει τάς τε κλεῖς ἔχουσι σαφεῖς καὶ τὰς φλέβας
8. ἐκκειμένας τε καὶ μεστὰς αἵματος, ὥσπερ αὖ πάλιν
9. ἕτεροι οὔτε τὰς κλεῖς οὔτε τὰς φλέβας ἐκκειμένας, οὔτε
10. δὲ φύσει τοιαύτη διαφορὰ τῶν σωμάτων ὁρᾶται. κατὰ τὸν
11. αὐτὸν τρόπον ἐπὶ τῶν παρὰ τὴν ἐξ ἀρχῆς φύσιν ἤτοι λεπτυνομένων
12. ἢ παχυνομένων καὶ πλῆθος ἢ ἔνδειαν ἐχόντων
13. χυμῶν. εὔδηλον γὰρ ὅτι πεπληρωμέναι φλέβες ἐν τῷ ἰσχνῷ
14. σώματι πλῆθος ἐνδείκνυνται κατὰ ταύτας εἶναι τοῦ αἵματος
15. ὡς τὰ πολλὰ μοχθηροῦ, καθάπερ ἐπὶ τῆς γυναικὸς
16. ὀλίγον ἔμπροσθεν ἔλεγον, ἦς ἐπέσχητο τὰ καταμήνια. θαυμάσαι
17. δ’ ἐστὶ τοῦ Καπίτωνος μόνου γράψαντος τὴν ῥῆσιν
18. ἐν τῇδε τῇ λέξει. ἡ ἄγαν πλήρωσις περιφανὴς, φλέβες
1. διαφανεῖς. εἴπερ γὰρ οὕτως εὕροιτο γεγραμμένον, τίς ἦν
2. ἀνάγκη μεταγράψαι πάντας αὐτὴν τοὺς ἐξηγητὰς ἐπὶ τὸ
3. σαφέστερον; ἐν οἷον γὰρ ἀποροῦνται, μεταγράφουσιν εὐπορίας
4. ἕνεκεν. ἀλλ’ οὐδ’ ἀντίγραφον εὗρον οὕτως ἔχον, οὐκ
5. ὀλίγοις ἐντυχὼν, δι’ αὐτὸ τοῦτο βούλεσθαι γνῶναι τάς τε
6. παλαιὰς γραφὰς καὶ τὰς ἅπασιν ὁμολογουμένας ἢ διαφωνουμένας.
7. ἁπάντων τε οὖν τῶν ἐξηγητῶν καὶ πάντων τῶν ἀντιγράφων
8. τὴν αὐτὴν ἐχόντων γραφὴν, οὐκ ὀρθῶς ὁ Καπίτων
9. μετέγραψεν. ἴσως δὲ κἀγὼ αὐτοῦ τὴν ἀρχὴν ἐμνημόνευσα,
10. προειρηκὼς ἁπάσας τὰς τοιαύτας ἐν ταῖς γραφαῖς
11. ῥᾳδιουργίας ὑπερβήσεσθαι κατὰ τὴν ἐξήγησιν. ἐπὶ τῶν
12. ἑξῆς οὖν ῥήσεων αὐτὸ ποιήσω, μήκους φειδόμενος.