Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 3.31, ed. Kühn, 1828, vol. 17b, p. 98-101. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:3.31


15. Πρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι,
16. πυρίῃσι. κακὸν τὸ πυρετῶδες πολέμιον λιμῷ, περιόδοισι
1. πολλῇσι, δρόμοισιν, ἀνατρίψει, πόνον πόνῳ
2. αὐτοῖσι.

4. Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει. τινὲς μὲν
5. ὑπαλλάττοντες τὴν λέξιν τοιάνδε, περιόδοισι, πάλῃσιν, ἔνιοι
6. δ’ ἐν ἀρχῇ πάλῃσι. τινὲς δ’ ἐξαίροντες τὸ πάλῃσιν, ἔνιοι
7. δ’ ἐν ἀρχῇ προστιθέντες λιμῷ. περιόδους μὲν οὖν καλεῖ τοὺς
8. βραδεῖς περιπάτους ἐπὶ πλείονα χρόνον ἐκτεινομένους,
9. ὡς ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἔφη. βραδεῖαν συχνὴν
10. περίοδον πλανηθῆναι, καὶ Πλάτων μὲν μέμνηται τοῦ Προδίκου
11. ὡς πολλοῖς περιπάτοις χρωμένου. τίνος δὲ νῦν Προδίκου
12. μνημονεύει, πότερον τοῦ Λεοντίου ἢ τοῦ Σηλυβριανοῦ
13. περιττὸν ζητεῖν. ἐν ἄλλῳ γὰρ λόγῳ τὰ τοιαῦτα πάντως
14. διέρχομαι. νυνὶ δ’ οὔ που καιρὸς ἱστορικῶν ζητημάτων,
15. ὅπου καὶ τῶν γεγραμμένων τισὶν ἐξηγήσεων οὐκ ὀλίγας
16. περιλιπόντες ἀγαπῶμεν, ἐὰν ἐν ὀκτὼ βιβλίοις συμπληρώσωμεν
17. τὴν ἐξήγησιν. διὰ τί δὲ μέμφεται τὸν Πρόδικον
1. αὐτὸς ἐδήλωσεν εἰπὼν, τὸ πυρετῶδες πολέμιον εἶναι περιόδοισιν
2. ἢ λιμῷ. δῆλον δ’ ὅτι καὶ τοῖς ἄλλοις ἃ κατέλεξε,
3. καὶ γὰρ ταῖς πάλαις καὶ τῇ πυρίᾳ καὶ τῇ ἀνατρίψει τὸ
4. πυρετῶδες ἐναντίον ἐστίν. οὕτω γὰρ ἀκουστέον τοῦ πολέμιον,
5. ἐπειδὴ καὶ φίλιον ἐκ μεταφορᾶς εἰώθασι λέγειν τὸ
6. οἰκεῖον. μεταξὺ δὲ τῶν λέξεων ἀμφοτέρων εἰρημένον τὸ
7. κακὸν ἔνιοι μὲν ἐπὶ τῇ τελευτῇ τῆς προτέρας ἔγραψαν,
8. ἔνιοι δ’ ἐν ἀρχῇ τῆς δευτέρας, ὡς ἕνα γενέσθαι τὸν λόγον
9. τοιόνδε· τὸ πυρετῶδες πολέμιον περιόδοισιν, ὅτι δὲ βλάπτει
10. τοὺς πυρέττοντας καὶ περίπατος καὶ δρόμος καὶ πυρία
11. καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ σώματι θερμασίαν αὐξάνοντα,
12. οὐδεὶς ἀγνοεῖ τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης.
13. Πρόδικος δ’ ἔοικεν οὐ μόνον λογικὴν εὕρεσιν βοημάτων
14. ἀγνοεῖν, ἀλλὰ καὶ τήρησιν ἐμπειρικήν. ὁ μὲν γὰρ
15. λόγος ἀπαγορεύει πόνῳ πόνον ἰᾶσθαι, τουτέστι τῇ
16. βλάβῃ τὴν βλάβην καὶ τῷ κακῷ τὸ κακόν. ἐναντία γὰρ,
17. οὐχ ὅμοια τῇ λυπούσῃ διαθέσει προσφέρειν χρὴ βοηθήματα.
1. φαίνεται δ’ ἐκεῖνος ὅμοια προσάγων, εἴ γε καὶ περιπάτοις
2. καὶ πάλῃ καὶ ἀνατρίψει καὶ πυρίᾳ καὶ λιμῷ. πυρίαν δὲ
3. πᾶσαν ἀκουστέον τὴν ἔξωθεν ἡμῖν προσπίπτουσαν θερμασίαν
4. εἴτ’ ἀπὸ πυρὸς εἴτ’ ἐν λουτροῖς γένοιτο. καὶ μὴν καὶ
5. ὁ λιμὸς ἐναντίον ἐστὶ τοῖς εἰρημένοις, ὅκου γὰρ λιμὸς οὐ
6. δεῖ πονεῖν. οὐ μόνον δὲ τὴν ἀρχὴν τῆς ῥήσεως, ἀλλὰ καὶ
7. μετὰ τὴν ἀρχὴν ἄχρι τελευτῆς ὡς ἂν ἐθέλωσι γράφουσιν.
8. ἀλλ’ ἐγὼ τὰς παλαιὰς ἐροῦμαι, κᾂν χαλεπωτέραν ἔχωσι τὴν
9. ἐξήγησιν. ὃ δὲ ἔσχατόν ἐστι γεγραμμένον ἐν τῇ προκειμένῃ
10. ῥήσει, τὸ αὐτοῖσι, τινὲς μὲν τῆς ἑπομένης ἀρχὴν ποιοῦσι,
11. τινὲς δ’ ὅλως ἀφαιροῦσι. καὶ γὰρ φαίνεται μηδὲν ἐξ
12. αὐτῶν πλέον τῶν εἰρημένων διδασκόμενον.

Cliquer un n° de page pour en afficher l’image