15. Φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι
16. λαπαραί.
1. Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως
2. τούτοις προτάττεσθαι δύναται ταύτης, ἵν’ ὁ λόγος
3. ᾖ τοιοῦτος· τούτοις οἷς προσεῖπον, ἦσαν δὲ οἱ πυρεταίνοντες
4. μὲν οὐκ ὀρθῶς ὑπὸ Προδίκου πρὸς κινήσεις ὑγιαίνουσιν
5. οἰκείας ἀγόμενοι, συμβαίνει ταῦτ’ ἴσχειν ἃ νῦν εἶπεν,
6. οὐχ ἅπαντα δηλονότι καθ’ ἕκαστον ἄνθρωπον. οὐ γὰρ
7. οἷόν τε συνυπάρξαι τὸ ἔρευθος τῇ πελιώσει καὶ τῇ χλωρότητι,
8. καὶ γὰρ ἀναιρετικόν ἐστιν ἕκαστον τούτων τῶν λοιπῶν
9. δύο καὶ διαθέσεσιν οὐχ ὁμοίαις ἕπεται. τοῖς μὲν γὰρ
10. τήν τε δύναμιν ἔχουσι μετρίως καὶ χρηστὸν τὸ αἷμα
11. γυμνασθεῖσιν ἢ πυριασθεῖσιν ἐρεύθεται τὸ σῶμα. τοῖς δ’
12. ἀῤῥωστότερον ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται.
13. προτάττουσιν ἔνιοι τῆς προκειμένης ῥήσεως τὸ ὄγκοι,
14. τοιάνδε ποιοῦντες τὴν λέξιν· ὄγκοι, φλεβῶν ἔρευθος, πελίωσις,
15. χλωρότης. ὁ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἶπε πλευρέων
16. ὀδύναι λαπαραὶ, πιθανῶς τινὲς μετέγραψαν εἰς τὸ
17. λαπάρας, ὀδύνας, γίνεσθαι βουλόμενοι τοῖς ἀκαίρως γυμνασθεῖσιν.
18. οἵ γε μὴν ἐξηγηταὶ πάντες ἴσασι τὴν πλευρέων
1. ὀδύναι λαπαραὶ γραφὴν, ἀκούουσί τε λαπαρὰς τὰς ἄνευ φλεγμονῆς
2. καὶ τάσεως ὀδύνας.