2. Τὰ στρογγυλουμένα πτύελα παρακρουστικὰ, οἶα ἐν Πληνῷ.
4. Τῶν πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον ἢ πάχος καὶ
5. γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις
6. ἀθροιζομένων, τὸ δ’ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης.
7. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον,
8. ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν ὕστερον
9. μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ
10. πυρετοῦ ποτὲ γένοιτο, σὺν ἄλλοις σημείοις παρακρουστικοῖς
11. συντελέσει τι καὶ αὐτὰ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν,
12. ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαῤῥήσῃς μόνῳ
13. ποτὲ, ἐπὶ προῤῥήσει παρασκοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης
14. σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κᾀν εἰς
15. τὸ προῤῥητικὸν ὑπομνήμασιν ὡς ἡ θερμότης προσγινομένη
16. ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην, τῷ πληροῦν
17. κατὰ κεφαλήν. αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδαμῶς ἐστὶν ἱκανὴ
1. σημεῖον γενέσθαι παραφροσύνης καὶ μάλιστα φρενιτικῆς.
2. ἔπειτα καὶ μετὰ τὰς ἀκμὰς τῶν πυρετῶν ὑποπαραφέρονται
3. πολλοὶ, τῷ λόγῳ τῆς κατὰ τὴν κεφαλὴν πληρώσεως. ἐν δὲ
4. τῇ προκειμένῃ ῥήσει πρόσκειται τισὶ τῶν ἀντιγράφων ἐπὶ
5. τῇ τελευτῇ τὸ οἷον ἐν Πληνῷ, καθ’ ἕτερον δὲ τὸ ὡς ὁ
6. σπλὴν οἵω. καὶ ὅσοι τῶν ἐξηγητῶν προσήκαντο τὴν γραφὴν,
7. ὥσπερ καὶ ὁ Σαβῖνος, τόπου τινὸς ὄνομά φασιν εἷναι
8. τὸ Πλήν. οὐ μὴν τίνος γε πόλεως ὁ τόπος οὗτός ἐστι προσέθεσαν
9. τῷ λόγῳ.