12. Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ
13. οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν οὔτε τερμίνθοισιν,
14. ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν.
16. Ἐλλείπει δηλονότι τὸ ἁλίσκονται καὶ χρὴ προσυπακούειν
17. αὐτό. διὰ τί οὐχ ἁλίσκονται δῆλον. ἐκκρινομένης γὰρ τῆς
1. κακοχυμίας διὰ τῶν αἱμοῤῥοΐδων, καχεξίαι μέν τινες ἕπονται
2. ἐνίοτε καθ’ ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι,
3. νόσημα δ’ οὐδὲν τοιοῦτον. φαγεδαίνας δ’ ὅτι λέχει
4. τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ καὶ φαγεδαινικὰ καλοῦσιν
5. οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται κᾀν τῷ πρώτῳ τῶν εἰς
6. τὰ περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ’ ἐκεῖνο διὰ τῆς
7. αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν
8. φαγεδαίνας, τὰς τῶν πολλῶν βρωμάτων ἐδωδὰς. ἃς καὶ αὐτὰς
9. ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρους ὀρέξεις σιτίων, ὁμολογεῖται
10. καὶ πρὸς ἡμῶν. οὐ μὴν τοιαύτης γε κακοχυμίας
11. κινούσης ἄκος εἶναι τὰς αἱμοῤῥοΐδας, ἀλλὰ τῆς μελαγχολικῆς
12. μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ, τὴν τοιαύτην ἐργαζομένη
13. τῶν σίτων ὄρεξιν, ἤδη τισὶ καὶ τῶν τὰς αἱμοῤῥοΐδας
14. ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ’ ὄνομα μελάνων
15. τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων
16. ἐστὶ δηλωτικὸν, ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος
17. ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός· τὸ δ’
1. ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον. ἴσως δὲ οὐδὲ ἄλλοισιν,
2. ἔνιοι γράφουσιν ἴσως δ’ οὐδ’ ἀλφοῖσιν. ἐπειδὴ καὶ
3. οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι, παρὰ τῷ δέρματι
4. συνισταμένης.