2. Ἀφεῖναι τῶν πόνων, ἢ ῥυήσεται.
3. Κᾀνταῦθα γράφουσί τινες ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται.
5. ἡ δ’ οὖν τοῦ λόγου δύναμίς ἐστι τοιάδε. πᾶσα
6. κένωσις ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει
7. καὶ τὴν τοῦ σώματος ἕξιν ἀθρόως διαφορεῖ. διὰ τοῦτ’
8. οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, ἢ ῥυήσεται, τὴν
9. ἀθρόαν κένωσιν ἐκ τοῦ ῥυήσεσθαί γε δηλοῦσθαι βουλόμενοι.
10. τινὲς δὲ ᾗ εἰρύεται γράφουσι, προστιθέντες τὸ ἦτα
11. καὶ περισπῶντες καὶ μετὰ ι ὑπογράφοντες, ἵνα σημαίνηται
12. τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωπος.
13. αὐτὸ δὲ τὸ εἰρύεσθαι κατά τε τῆς τοῦ σώματος
14. συμπτώσεως καὶ κατὰ τῆς ἐν τῇ δυνάμει καταπτώσεως εἰρηκέναι
15. φασὶν, ὡς γενέσθαι τὸν λόγον τοιοῦτον.
16. ὑφεῖναι τῶν πόνων, ὁπόταν ἥ τε δύναμις καταπίπτῃ καὶ
17. τὸ σῶμα διαφορῆται. καὶ μέντοι καὶ οἱ τὸ ἐρείψεται γράφοντες,
1. ἐπὶ τὴν τῆς δυνάμεως κατάπτωσιν φέρουσι τὸν
2. λόγον.