9. Σκῆψις μὲν ἐφ’ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα
10. κωλύει.
12. Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον
13. αὐτὸν μετατεθείκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ
14. γενόμενα καὶ προγενόμενα γενομένη γράψαντες, ἵν’ ἐπὶ τὴν
15. ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται, πάντες δὲ ἤκουσαν τὴν σκῆψιν
16. ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι. τάχα καὶ σφαλέντος
17. τοῦ πρώτου γράψαντος βιβλιογράφου, ὡς ταῖς διανοίαις τὰ
1. αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης
2. λέγειν τὰς ἀποσκήψεις, ἐφ’ οἷς ἂν πάθεσι γινόμεναι
3. λύειν αὐτὰ δύνανται, τούτων προγενομένας κωλύειν γενέσθαι.
4. δοκεῖ δέ μοι δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως,
5. εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο. σκέψις μέν ἐστι,
6. πάντα ἐφ’ οἷσι γενόμενα ῥύεται, τούτων προγενομένων κωλύειν.
7. γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η δίφθογγον
8. καὶ τὸν τοῦ ε δι’ ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει
9. τὸν ἕτερον φθόγγον τὸν η, πολλὰ γέγονεν ἁμαρτήματα
10. τῶν ἐγγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων
11. τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ
12. προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς ἐν αἷς δυνατόν
13. ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας,
14. ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως
15. δὲ κἀπὶ τοῦ ο΄ καὶ ω΄ ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων
16. οἱ φθόγγοι δι’ ἑνὸς χαρακτῆρος ἐγράφοντο.