2. Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ
3. ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.
5. Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει
6. τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ
7. τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα
8. οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν
9. κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι
10. τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων,
11. κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι
12. διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν
13. ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ
14. αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα
15. θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν
16. τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν
17. οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,
1. γονῆς, φωνῆς. ἔνιοι δὲ τὸ, ἄλλοισιν αἱ κοινωνίαι, γράψαντες,
2. ἀλλοῖαι κοινωνίαι τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ
3. ποιοῦσι, φάσκοντες ἐπ’ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι
4. τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν,
5. φασὶ, λέγει, διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ
6. τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν. οὕτω δὲ καὶ
7. ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προσγραφὴν
8. μέν τινα νομίζων εἶναι τὸ, ἀλλοῖαι κοινωνίαι. τὴν δ’ ὥσπερ
9. ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι
10. κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον. οἷς οὐκέτι αἷμα πτύεται,
11. τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ
12. συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ
13. τὴν λέξιν οὕτω γράφει, ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν
14. πτύα πτύουσιν. οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν
15. παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ
16. διὰ τὴν ῥοπὴν, ἐφ’ ἣν ἤδη μεταβήσομαι.