2. Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις,
3. χολή.
5. Καὶ ταύτην μὲν τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις
6. ἐν τοῖς τελευταίοις τοῦ περὶ χυμῶν ἄλλος ἄλλως καὶ
7. γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν
8. ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριωτέρως ἔχειν μοι δόξασα
9. τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἀντιλεγομένην
10. δόξαν λέξιν, ἡ δ’ ἐξήγησις, ἵνα τοῖς αἱματώδη πτύουσιν
11. ἡ φλεβοτομία κωλύηται διὰ τὴν ὥραν ἀντιπράττουσαν
12. ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν
13. ὄντα χολώδη. τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν
14. γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἶά πέρ ἐστιν ὑπὸ κύνα,
15. φυλάττομεν φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς
16. ὁ ἄνθρωπος ᾖ. τὸ δ’ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ μάχεσθαι
17. μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ
1. δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας.
2. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι τοὺς αἱματώδη
3. πτύοντας φλεβοτομητέον ἐστὶ, πάντως ὅσον ἐπὶ τούτῳ,
4. πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύειεν τοιαῦτα. τούτους γὰρ
5. οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς
6. ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθ’ οὓς ἤτοι
7. φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο
8. δέ μοι προσεπινοῆσαι συνέβη ἐξηγουμένῳ τὸ περὶ χυμῶν,
9. ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄῤῥωστον, ὃς ὡς αἱμοπτοϊκὸς
10. ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος
11. οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτὸν εἴ τινα αἴσθησιν
12. ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευρὰν, ὁ δ’ ὡμολόγησεν
13. εἶναι μικράν. ἦν δ’ οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς
14. δυνάμεως, ὡς εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν
15. τὸ τῆς φλεβοτομίας βοήθημα, τολμῆσαι παραλαβεῖν
16. αὐτό. πλευρίτιδος δ’ οὔσης ἐπιεικοῦς οὐκ ἀναγκαῖον
1. εἶναι, διόπερ οὐδὲ παρέλαβεν αὐτὸ καὶ σαφῶς ἐφάνη
2. πλευριτικός τε ὁ ἄνθρωπος, ὑπακούσας τε τοῖς ἄλλοις
3. τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ
4. γὰρ καὶ μετριώταται τυγχάνουσιν ἐφ’ ὦν αἱματῶδες πτύεται.
5. ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ
6. τῆς προγεγραμμένης ῥήσεως τάξαντες, ἀναγινώσκουσι
7. τήνδε τὴν νῦν προκειμένην οὕτως. ἐπὶ τοῖσιν αἱματώδεα
8. πτύουσιν, ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν
9. ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων.
10. βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν,
11. ὅταν ἐν ἀρχῇ πτύουσιν αἱματώδη. καὶ γὰρ καὶ συμβαίνει
12. οὕτω τοὐπίπαν ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ
13. χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης
14. τῆς πλευρίτιδος, ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι
15. τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τοῖς ἐξηγησαμένοις
16. τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δ’ αὖ εἰ
1. παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν,
2. ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἶς δυνάμεθα
3. χρησίμως γυμνάζεσθαι.