13. Ὅταν δ’ ἤδη συμπέσωσι προσάγειν ὕεια ὀπτά.
15. Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεσθαι τὴν ἄμετρον
16. καθαίρεσιν. ἐπεὶ δ’ ἔσθ’ ὅτε συμβαίνει περιπίπτειν ἀκουσίως,
17. βούλεται καὶ πρὸς ταῦτα χρῆν παρεσκευάσθαι τὸν
18. ἰατρόν. ἐάν ποτε καθαίρεσις ἀθρόα γένηται, διδόναι τηνικαῦτα
1. συμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι
2. πολύτροφα, τὰ δὲ ὀπτὰ, διότι στερεὰν καὶ συνηγμένην εἰς
3. ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν σάρκα.
4. τινὲς δὲ ἀντὶ τοῦ προσάγειν προσφέρειν ὕεια ὀπτὰ γράφουσι,
5. τὴν αὐτὴν μὲν φυλάττοντες ἔννοιαν, ὡς κυριωτέρῳ
6. δὲ ῥήματι τῷ προσφέρειν ἀντὶ τοῦ προσάγειν χρώμενοι.