2. Ἐν γυμνασίοισι σημεῖον ὁ ἱδρὼς ὁ στάγδην ῥέων ἔξεισιν
3. ὥσπερ ἐξ ὀχετῶν ἢ σύμπτωσις ἐξ ἐπάρσιος.
5. Λείπει κᾀνταῦθα τῇ λέξει τὸ συμπτώσεως ἢ καθαιρέσεως
6. ἤ τι τοιοῦτον. διὸ καί τινες οὐκ ὤκνησαν αὐτὸ
7. προσθέντες ὡς γεγραμμένον οὕτως ἐξ ἀρχῆς ἐξηγεῖσθαι,
8. τοιάνδε τὴν λέξιν ποιήσαντες. ἐν γυμνασίοις σημεῖον συμπτώσεως
9. ὁ ἱδρὼς ὁ ῥέων ὥσπερ ἐξ ὀχετῶν, ἐφεξῆς δ’ ἄλλο
10. σημεῖον γίνεσθαι τὴν ἀθρόαν σύμπτωσιν ἐξ ἐπάρσεως. χρὴ
11. γὰρ κᾀνταῦθα προσυπακοῦσαι τὸ ἀθρόον, εἰ καὶ μὴ γέγραπται
12. νῦν, ἔμπροσθεν εἰρηκότος αὐτοῦ, ἐξαπίνης γὰρ εἰρύεται.
13. ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ σώματος ἀμέτρως
14. γίνεται πρόδηλον.