17. Ἡ γυνὴ, ἣν τὸ πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, ὁ σπλὴν
1. μέγας φύσει, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ,
2. ἱδρὼς, τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδ΄.
4. Οὐδὲν ἀξιόλογον ἐκ ταύτης τῆς ῥήσεως ἔνεστιν ἡμῖν
5. μαθεῖν. θαυμάσαιμι δ’ ἂν εἰ καὶ αὐτὸς ὁ Ἱπποκράτης
6. οὕτως ἔγραψεν ἄνευ τοῦ προσγράψαι τὰ οὖρα, ὡς εἴ γε
7. προσεγέγραπτο πλέον ἂν ἐκ τούτου εἰς ἀνάμνησιν ἔσχε τι,
8. πρὸς ἡμᾶς δ’ ἐξ ἐπιμέτρου. καὶ τοῦτ’ ἔστιν ἀσαφὲς τό τε
9. κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως γεγραμμένον, ἣν τὸ πρῶτον
10. ἐθεράπευσα. ζητήσεως γὰρ ἄξιόν ἐστι πότερον ἑαυτοῦ χάριν
11. ὡς ὀνομάτων καὶ τόπων ἐν οἷς οἱ νοσοῦντες κατέκειντο
12. μνημονεύειν εἴωθεν, οὕτω καὶ νῦν προσέγραψεν, ἣν τὸ πρῶτον
13. ἐθεράπευσα, διὰ τὸ μεμνῆσθαι τὸ ὄνομα τῆς γυναικὸς,
14. ἢ δηλωτικόν ἐστι τοῦ νῦν ἐξ ὑποστροφῆς νοσῆσαι τὸν ἄνθρωπον,
15. οὕτω δὲ καὶ τὸ πνεῦμα, τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν
16. γεγονέναι γεγραμμένον, ἀσαφές ἐστιν εἴτε δύσπνοιαν
17. ἁπλῶς σημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδιωγμένον καὶ
1. μέγα πυκνὸν εἶδος τῆς δυσπνοίας. ἔνιοι δὲ καὶ τὸ κατὰ
2. τὴν γαστέρα πνεῦμα πλέον ἠθροῖσθαι νομίζουσιν ἐκ τῆς
3. λέξεως δηλοῦσθαι. ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν
4. ἀσάφειαν, ἄλλα δὲ κατὰ μόνην τὴν διάνοιαν. πότερον γὰρ
5. ἐπὶ μόνῳ τῷ σπληνὶ πάσχοντι συνέβη τὴν γυναῖκα καὶ
6. πυρετὸν καυσώδη ἔχειν καὶ τὴν δύσπνοιαν ἢ τὴν ἐμπνευμάτωσιν
7. τῆς γαστρὸς, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τις
8. ἄλλη πυρετώδης αὐτῇ διάθεσις ἐγένετο, δι’ ἣν ταῦτα συνέπεσεν,
9. ἄδηλόν ἐστι. μέγιστον δ’, ὡς ἔφην, τὸ μὴ
10. γινώσκειν ἡμᾶς ὁποῖα τὰ οὖρα μέχρι κρίσεως ἐγένετο καὶ
11. διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν. ἐπεσήμηναν οἱ ἱδρῶτες.
12. εἴωθε γὰρ αὐτὸς ἐν αἷς ἡμέραις οἱ παροξυσμοὶ σφοδρότεροι
13. γίνονται προσγράφειν, ἵν’ εἰδῶμεν ὡς ἐκ πολλῆς τῆς τῶν
14. κατὰ μέρος πείρας ἤθροισε τὴν ἐμπειρίαν, ἀφ’ ἧς ἀπεφήνατο
15. καθόλου περὶ πάντων νοσημάτων, ὧν οἱ παροξυσμοὶ
16. ἐν περισσαῖς ἡμέραις γίνονται, τούτων καὶ τὰς κρίσεις ἐν
17. περισσαῖς ἡμέραις ἀποτελεῖσθαι. ὃ δὲ πάντων ἐστὶν
1. ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήσει καὶ δὴ φράσω, πότερον
2. ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνὴ, παραλελεῖφθαι. διὸ καὶ τὸ
3. μεταξὺ ταύτης τε καὶ τῆς μετὰ ταύτην γεγραμμένης τὸ ἧσσον,
4. ἔνιοι μὲν ταύτῃ προστιθέασιν, ἔνιοι δὲ ἐκείνης ἡγούμενον
5. ποιοῦσιν. εἰ μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδ΄ ἐπ’
6. ἀγαθῷ κεκρίσθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προσγράφειν
7. ταύτῃ τῇ ῥήσει τὸ ἧσσον. εἰρηκὼς γὰρ ἐν τῇ δεκάτῃ
8. ἡμερῶν ἱδρῶτας γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω,
9. κᾄπειθ’ ἑξῆς ἐπιφέρων, ἀτάρ τοι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ,
10. πῶς ἂν ἔτι προσέγραψε τὸ ἧσσον, εἴπερ ὅλως ἐσώθη
11. τὸ γύναιον. εὔλογον οὖν ἐστι μᾶλλον ἐκταθῆναι δι’ ὅλου
12. τοῦ σώματος τοὺς ἱδρῶτας, ἀγαθῆς τῆς κρίσεως γενομένης.
13. ἐάν τ’ αὖ πάλιν ὑπόθηταί τις ἐπὶ κακῷ γεγονέναι τοὺς
14. ἱδρῶτας, ἀποθανούσης τῆς γυναικὸς, τὸ ἧσσον εὐλόγως ἐπὶ
15. τῇ τελευτῇ τάξει τῆς προκειμένης ῥήσεως, ἵν’ ᾖ τὸ λεγόμενον,
16. ἵδρωσε μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι
17. καὶ κάτῳ, ἵδρωσε δὲ καὶ τῇ τεσσαρεσκαιδεκάτῃ ἧσσον τὰ
1. κάτω. ἐπὶ τὴν ἑξῆς οὖν ῥῆσιν ἤδη μεταβῶμεν. ἴσως γὰρ
2. ἐν ἐκείνῃ τὶ σαφέστερον εὑρήσομεν ὁποτέρᾳ χρὴ συντάσσειν
3. τὸ ἧσσον, εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε
4. τῇ μετ’ αὐτὴν ἐπὶ τῆς ἀρχῆς.