Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.1, ed. Kühn, 1828, vol. 17b, p. 120-123. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.1

ΙΠΠΟΚΡΑΤΟΥΣ ΕΠΙΔΗΜΙΩΝ ΣΤ.

ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ

Δ. ΤΜΗΜΑ Δ.


2. Τὰ παρ’ οὖς οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσῃ,
3. τουτέων λαπασσομένων ὑποστροφὴ γίνεται. κατὰ
4. λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γινομένης, αὖθις
5. αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ
6. ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ τούτοισιν ἐλπὶς εἰς ἄρθρα
7. ἀφίστασθαι.

1. Τοὺς παρὰ τοῖς ὠσὶν ὄγκους παρὰ φύσιν ἐπὶ τῶν νοσούντων
2. γινομένους εἴωθεν ὀνομάζειν ἐπάρματα, ἐνίοτε
3. μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενος, ἐνίοτε δ’ ἐλλιπεῖ, καθάπερ
4. καὶ νῦν. ἦν γὰρ ἂν ὁλόκληρος εἰ οὕτως εἴρητο, τὰ
5. παρ’ οὖς ἐπάρματα γινόμενα τοῖς νοσοῦσιν, ὥσπερ ἀμέλει
6. κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εὐθέως ἐν ἀρχῇ τῆς πρώτης
7. καταστάσεως ἔγραψεν· ἐπάρματα δὲ κατὰ τὰ ὦτα
8. πολλοῖσιν ἑτερόῤῥοπα καὶ ἐξ ἀμφοτέρων τοῖς πλείστοισιν
9. ἀπύροισιν ὀρθοστάδην. ἴσμεν δ’ ὅτι καθάπερ ἐπάρματα
10. κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτως οἰδήματα καλεῖ
11. πολλάκις αὐτά. πάντας γὰρ ἐδείξαμεν ὑπ’ αὐτοῦ καλουμένους
12. οὕτω τοὺς παρὰ φύσιν ὄγκους, οὐχ ὡς οἱ μετ’ αὐτὸν
13. μόνους τοὺς χαύνους τε καὶ ἀνωδύνους, οἷς τοὐπίπαν ὑπάρχει
14. κατὰ χωρὶς φλογώσεως συνίστασθαι. μεμνήμεθα δ’
15. ὅτι καὶ τὰς φλογώσεις ἁπάσας ὀνομάζει φλεγμονὰς, κἂν
16. χωρὶς ὄγκου παρὰ φύσιν εἶεν. οἵ γε μὴν μετ’ αὐτὸν καὶ
17. τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῶν παρὰ φύσιν ὀγκῶν ἐπιφέρουσιν,
1. ἐπειδὰν μετὰ φλογώσεώς τε καὶ ἀντιτυπίας
2. καὶ σφυγμώδους ὀδύνης συστῶσιν. ὅταν οὖν, φησὶν, ἐπὶ νοσήματός
3. τινος ἐν τῷ τῆς κρίσεως χρόνῳ γινόμενα τὰ παρ’
4. οὖς πρὶν ἐκπυήσῃ λαπάσσηται, τουτέστι προστέλληται καὶ
5. ἀφανίζηται, προσδέχεσθαι χρὴ τοῖς πάσχουσιν οὕτως ὑποστροφὴν
6. ἔσεσθαι. πολλάκις δ’ ἤδη μεμαθήκατε τὸ ἔθος
7. αὐτοῦ, τὴν κατὰ τὸ λαπάσσεσθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωσοῦν
8. προστελλόμενα φέροντος, ἐπειδὴ κενώτερα γίνεται.
9. συμβαίνειν οὖν φησιν ὑποστροφὴν τοῦ νοσήματος οἷς ἂν αἱ
10. παρωτίδες μὴ ἐκπυήσωσι, καί ποτε καὶ αὐτάς. οὐ γὰρ δὴ
11. διὰ παντός γε πάλιν ὑποστρέφειν αὐξάνεσθαί τε καὶ κρίνεσθαι
12. κατὰ λόγον τῶν ὑποστροφῶν, ὅπερ ἐστὶν ὁμοίως
13. αὐταῖς καὶ κατὰ τὰς αὐτὰς περιόδους τῶν ἡμερῶν. ἐλπὶς
14. δὲ αὐτοῖς καὶ εἰς ἄρθρα τινὰς γενήσεσθαι ἀποστάσεις. εἴρηται
15. γὰρ πολλάκις ἐπὶ τῶν χρονιζόντων νοσημάτων τοῦτο
16. συμβαίνειν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν τήνδε κᾀν τῷ τρίτῳ
17. τῷ εἰς τὰ περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ
18. τέλους τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρ’ οὖς ἐπήνεγκε,
1. τούτου λαπασσαμένου, διὰ τοῦτο δοκεῖ μοι Διοσκορίδης
2. προσθεὶς τὴν ἐκ πρόθεσιν ἔγραψεν ἐκ τούτου λαπασσομένου,
3. καὶ φησι χρῆναι προσυπακοῦσαι τοῦ χρόνου ἢ
4. ἀντὶ τοῦ μετὰ ταῦτα τὸ ἐκ τούτου λελέχθαι. εἰ δ’ ὅλως
5. ἕξει τις ὑπαλλάττειν τὰς παλαιὰς γραφὰς, ἐνῆν αὐτῷ τὸ
6. τούτου μεταποιήσαντι ταῦτα ἀπηλλάχθαι πραγμάτων.

Cliquer un n° de page pour en afficher l’image