Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.14, ed. Kühn, 1828, vol. 17b, p. 168-171. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.14


15. Ἐμφανῶς ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ εἴσω δὲ ψυχρότερος,
16. καθεύδων τἀναντία.

1. Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανῶς ἴσον
2. δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δ’ ἐφεξῆς τούτῳ
3. συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ
4. Ἱπποκράτους τὰ ἔξω θερμότερα, τὰ δ’ ἔνδον ψυχρότερα,
5. τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ
6. φαίνεται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενος, τοῦτο
7. δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον
8. ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι
9. τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ
10. πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος.
11. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι
12. μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν
13. τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατι καὶ
14. ταῖς φλεψὶ τῶν χυμῶν, ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς
15. κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ βάθος τοῦ σώματος, ὁμολογουμένου
16. γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸν ἔμφυτον
17. θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων.
18. οὕτως γε κᾀν τοῖς ἀφορισμοῖς ἔγραψεν, ἐπί τε τῶν ἡλικιῶν 
1. καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησὶν, αἱ κοιλίαι
2. χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι.
3. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα
4. πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ τροφῆς
5. οὖν πλείονος δέονται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.
6. ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν,
7. ἐν ἄλλῳ ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον
8. εἰπὼν ὡδί· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον
9. θερμὸν, πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ
10. σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο
11. ἅρα ὀλίγων ὑπεκκαυμάτων δεῖται. κατὰ μὲν οὖν τὰς ἡλικίας
12. οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας,
13. ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη
14. πασῶν ἡ τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν
15. χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ
16. σπλάγχνα θερμότερα· τὰ δ’ ὑπὸ τῷ δέρματι ψυχρότερα
17. γίνεται, καθ’ ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος.
18. ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς γίνεσθαι
19. διὰ τοῦτο θερμοτέρας, ὀρύττοντάς τέ τινας ἄχρι βάθους
1. αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι
2. πόῤῥω τῆς ἐπιφανείας.

Cliquer un n° de page pour en afficher l’image