5. Ἐνθέρμῳ φύσει ψύξις, ποτὸν, ὕδωρ, ἐλινύειν.
7. Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι
8. τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτῆς τῆς διαίτης
9. εἰς ψύξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα
10. τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον, ἤτοι
11. γ’ ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι
12. γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις.
13. εὔδηλον δ’ ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων
14. ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς
15. χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ,
16. ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων
17. ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα
1. ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις
2. λόγοις ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν
3. αὐτῷ ταύτας καθ’ ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμὸν,
4. ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ
5. κατὰ φύσιν εἶναι νομίζει.