Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.17, ed. Kühn, 1828, vol. 17b, p. 175-179. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.17


6. Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.

8. Ἃ μὲν οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἔγραψαν εἰς τήνδε
9. τὴν λέξιν ἄμεινον σιωπᾷν, ἃ δὲ οἱ μᾶλλον αὐτῶν ἔχεσθαι
10. τοῦ πιθανοῦ δόξαντες εἶπον, ἐστὶ τοιαῦτα. τὴν ἀγρυπνίαν
11. ψύχειν φασὶ τὸ σῶμα, καὶ τούτου τεκμήριον τίθεσθαι τὴν
12. ἑπομένην ἄχροιαν τοῖς ἀγρυπνήσασιν. ὅταν οὖν, φασὶν, ἔνθερμον
13. κρᾶσιν ἐμψῦξαι βουλώμεθα, πρὸς τοῖς ἄλλοις οἷς
14. εἶπεν ἔμπροσθεν ὁ Ἱπποκράτης, ἔτι καὶ τοῦτο προσθετέον,
15. ὡς ἤτοι προφροντίζοντές τι καὶ πράττοντες ἀγρυπνεῖν, ἢ εἰ
16. μὴ τοῦτο ποιεῖν δύνανται, κωλυτέον αὐτοὺς κατακλινομένους
17. ὑπνοῦν, ἀναγκάζονται δυοῖν θάτερον πράττειν, ἢ καθῆσθαι
1. ἢ ἑστάναι. τὸν γὰρ τῶν καθημένων ὕπνον ἑδραῖον ὠνομάσθαι
2. φασὶν ἀπὸ τῆς ἕδρας, ἴσον δὲ δύνασθαι τὸν τούτων
3. ὕπνον τῷ τῶν ἑστώτων νυσταγμῷ, καὶ διὰ τοῦτο εἶπεν αὐτὸς,
4. ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμὸς, ὡς εἰ καὶ οὕτως
5. εἴρητο ὁ σύμπας λόγος. τὰς ἐνθέρμους φύσεις κωλύειν
6. προσήκει πλείστοις ὕπνοις χρῆσθαι. βέλτιον γὰρ αὐταῖς
7. ἐγρηγορέναι τε καὶ πράττειν τι, μάλιστα μὲν αὐτοὺς
8. εἴργειν καὶ τοῦ καθίζειν· εἰ δὲ μὴ, τοῦτο μὲν συγχωρεῖν
9. παραπλήσιον ὑπάρχον τῷ τῶν ἑστώτων νυσταγμῷ, κατακλίνεσθαι
10. δὲ κωλύειν. τινὲς δὲ τὸν ἑδραῖον ὕπνον ἀντὶ
11. τοῦ βαθὺν εἰρῆσθαι νομίζοντες, ὅσοι περ ἂν οὕτως ἔχωσιν
12. ἑστῶτες ἤδη νυστάζειν. ἀλλὰ τίνος ἕνεκα χρείας ἔγραψαν
13. ταῦτα μὴ προσθέντες ἀτελῆ τὸν λόγον εἰργάσαντο. ταῦθ’
14. ὑπ’ αὐτοῦ συμβουλεύοντος ἡμῖν ὅσους ἑδραίως, ὅπερ ἐστὶ
15. βαθέως κοιμηθῆναι βουλόμεθα, τούτους ἐπὶ τοσοῦτον ἐγρηγορότας
16. φυλάττειν, ὡς μὴ στῆναι δύνασθαι χωρὶς τοῦ νυστάζειν.
17. ἐὰν γὰρ εἰς τοῦτο ἀφίκωνται, βαθέως κοιμηθήσωνται.
1. πολλοὺς γὰρ ἐγὼ διὰ τὸ ταχέως ἐπὶ τὸν ὕπνον
2. ἰέναι βιασάμενος ἀγρυπνῆσαι μέχρι πλείονος, ἀμέμπτως
3. ὑπνῶσαι παρεσκεύασα, καθάπερ καὶ τῶν ἀνορεξίαν μεμφομένων,
4. ἐνίους ἀναγκάσας ἀσιτῆσαι μέχρι πολλοῦ τῆς ἡμέρας
5. ἐποίησα πεινῆσαι. πρὸ γὰρ τοῦ δεῖσθαι τὴν φύσιν
6. ὕπνων ἢ σιτίων ἐπ’ αὐτὰ παραγινόμενοι τοῖς εἰρημένοις
7. συμπτώμασι περιπίπτουσι. χρὴ δὲ μὴ περιβιάζεσθαι τὴν
8. φύσιν ἀκαίρως, ἀλλ’ ὡς ὑπηρετεῖν εὐκαίρως. ἐγὼ μὲν οὖν
9. ἅ μοι δοκεῖ πιθανῶς τις εἰς τὴν τῆς προκειμένης λέξεως
10. ἐξήγησιν εἰπεῖν εἴρηκα. τοὺς δ’ οἰομένους τὸν ὕπνον ἀεὶ
11. ψύχειν ἐπίκαιρόν τι τῆς τέχνης ἀγνοεῖν ἡγοῦμαι. διὰ παντὸς
12. μὲν γὰρ ὕπνος ὑγραίνει, καθάπερ ἀγρυπνία ξηραίνει.
13. καὶ τοῦθ’ ἡμᾶς αὐτὸς ἐδίδαξεν, οὐ διὰ παντὸς δὲ θερμαίνειν
14. ἢ ψύχειν πέφυκεν. ἀλλ’ ὅταν μὲν ἀπυρέτων ὄντων, ἤτοι
15. φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν
16. τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν
17. ἐργασάμενος αἷμα, θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς
1. ἐμφύτου θερμασίας, ὅταν δ’ ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι
2. τοιούτων χυμῶν, ἐμψύχει, τὴν μὲν πυρετώδη θερμασίαν
3. σβεννὺς, αὐξάνων δὲ τὴν οἰκείαν. ἡνίκα δὲ πυρετοῦ χωρὶς
4. ἢ καὶ σὺν πυρετῷ χολώδεις πλεονάζωσι χυμοὶ, διακρῖναι
5. μὲν αὐτοὺς εἶτ’ ἐκκρῖναι δυνηθεὶς, εἰς συμμετρίαν ὑγιεινῆς
6. κράσεως ἐπανάγει τὸ σῶμα. μὴ δυνηθεὶς δὲ ταῦτα ἐργάσασθαι
7. τὴν αὐτὴν φυλάττει κρᾶσιν. εἰ δ’ ἐπὶ φλεγμονῇ
8. σπλάγχνου πυρέττων τις ἐν ἀρχῇ τοῦ παροξυσμοῦ καθυπνώσειεν,
9. αὐξήσας τὴν φλεγμονὴν ὁ ἄκαιρος οὗτος ὕπνος,
10. ἅμ’ αὐτῇ καὶ τὸν πυρετὸν αὐξήσει, κἀκ τοῦδε θερμότερον
11. ἐργάσεται τὸ σῶμα, θερμῷ παρὰ φύσιν. ἐγχωρεῖ μέντοι
12. καθ’ ἕνα τρόπον ἐνίοτε θερμότερόν τε καὶ ψυχρότερον ἅμα
13. γίνεσθαι τὸ σῶμα διὰ τὸν ὕπνον, ἐπειδὴ τῆς κατὰ τὸ σῶμα
14. θερμασίας διττόν ἐστι τὸ γένος, ἓν μὲν οἰκεῖόν τε καὶ σύμφυτον,
15. ἕτερον δὲ ἀλλότριόν τε καὶ παρὰ φύσιν. ὅταν οὖν
16. αὐτῶν τὸ μὲν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δὲ καθάρῃ τε καὶ
17. μαράνῃ, πῶς οὐκ ἄν τις εὐλόγως φαίη καθ’ ἕνα χρόνον
18. ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγονέναι
1. τὸ σῶμα. ταῦτα δὲ οὐδὲ γινώσκουσι τὴν ἀρχὴν οἱ
2. πολλοὶ τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτους βιβλία. μάθοις
3. δ’ ἂν οὕτως ἔχον ὃ λέγω καθ’ ὧν ἐγκαλεῖ Λύκος λόγων ἐν
4. ἀφορισμοῖς αὐτῷ γράψαντι, τὰ αὐξανόμενα πλεῖστον
5. ἔχειν τὸ ἔμφυτον θερμόν. ἀλλ’ ὅτι γε δι’ ἄγνοιαν ὧν ὁ
6. Ἱπποκράτης ὀρθῶς ἔγραψε περὶ τῆς κατὰ τὰς θερμασίας
7. διαφορᾶς ἐπηρεάζειν αὐτὸν ἐτόλμησε, δι’ ἑνὸς ὅλου βιβλίου
8. δέδεικται τὴν ἐπιγραφὴν ἔχοντος ὅτι μηδὲν ἡμάρτηται κατὰ
9. τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα, πλεῖστον ἔχει
10. τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς.

Cliquer un n° de page pour en afficher l’image