Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.19, ed. Kühn, 1828, vol. 17b, p. 181-190. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.19


2. Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν ἢ
3. βροντιαῖον ὡραῖον, τὸ δὲ λαιλαπῶδες κακόν.

5. Οἷς χρώμεθα κατὰ τὴν ἰατρικὴν, οὐ μόνον ἐπὶ τῶν
6. νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων σωμάτων, ὗλαι τῆς
7. τέχνης εἰκότως ὀνομάζονται καὶ γέγραπταί γέ τισι τῶν ἰατρῶν
8. βιβλία τὴν ἐπιγραφὴν ἔχοντα περὶ ὕλης. ἐνίοτε μὲν
9. οὖν τοῖς αὐτοφυέσι σώμασι χρώμεθα πρός γε τὰς ἰάσεις
10. καὶ τὴν ὑγιεινὴν δίαιταν, ἐνίοτε δ’ αὐτοὶ τὶ πράττομεν
11. ἐν τῇ παρασκευῇ τῆς ὕλης, τὰ μὲν ἕψοντες, τὰ δὲ καίοντες,
12. ἔνια δὲ πλύνοντες, οὐ προαρτύοντες ἢ προϋγραίνοντες
13. ἢ ψύχοντες, ἤ τι τοιοῦτον ποιοῦντες ἕτερον. οὕτως οὖν καὶ
14. περὶ τῶν ὑδάτων παρασκευὴν ἔστιν ὅτε πράττομέν τι τεχνικὸν,
15. ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγεν αὐτὸς ὕδωρ ἀφεψηθὲν,
16. τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. καὶ γὰρ ἡ ἕψησις αὐτὴ καὶ
17. ἡ μετὰ ταῦτα ψύξις, ἤτοι διὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος
1. ἢ ἀνέμου τινὸς ἢ οἴκου, ψυχρὸν ἀέρα καθ’ ἑαυτὸν
2. ἔχοντος. εἰσὶ γὰρ ἀμέλει τινὲς ἐοικότες σπηλαίοις ψυχροῖς,
3. ἔστι δ’ ὅτε καὶ ὑγροῖς, εἴτε διὰ τῆς περιπλαττομένης χιόνος
4. ἢ ὑπὸ κρουνῷ θέσις ἢ ἐν φρέατι διττῶς γινομένη, ποτὲ
5. μὲν ἐν αὐτῷ τῷ ὕδατι κατατιθεμένων ἡμῶν τὸ ἀγγεῖον,
6. ἐν ᾧ τὸ τεθερμασμένον ὕδωρ, ἐνίοτε δὲ ὑπὲρ αὐτοῦ κρεμώντων,
7. ὥσπερ γε καὶ διὰ κεράμων ἀραιῶν ἔστιν ὅτε τὸ
8. θολερὸν ὕδωρ διηθούντων ὡς ἐν Ἀλεξανδρείᾳ τε καὶ κατ’
9. Αἴγυπτον ἠθεῖται διά τινων οὐχ ἁπλῶς κεραμευθέντων,
10. ἀλλὰ τεχνικῶς κατασκευασθέντων εἰς ἀραιότητα, καθάπερ
11. γε καὶ δι’ ὀθονίου, μὴ παρόντος ἀγγείου τοιούτου. ταῦτα
12. πάντα τεχνικὴν ἔχει τὴν παρασκευὴν, ὥσπερ γε καὶ ὅσα
13. κατὰ τοὺς ἀγωγοὺς τῶν πηγαίων ὑδάτων πράττομεν, οὐκ ἐκ
14. τοῦ τυχόντος λίθου παρασκευάζοντες αὐτοὺς καὶ χρίοντες
15. ἔνδοθεν ἐνίοτε. διαφορὰ γὰρ οὐ σμικρὰ κατά γε τὴν ἀλοιφὴν
16. αὐτήν ἐστιν ἢ πίτταν ἢ γύψον οὖσαν ἢ χωρὶς ταύτης
17. πλίνθον ὀπτὴν ἢ λίθον ἔχοντά τινα ποιότητα μοχθηρὰν ἢ
1. ἀγαθὴν ἢ μηδεμίαν ὅλως ἔχοντα σαφῆ. καὶ μέντοι καὶ
2. φρέατα πολλάκις ὀρύττομεν ἐν διαφερούσῃ γῇ καὶ δι’ ὀχετῶν
3. ἢ σωλήνων ἄγομεν ὕδωρ ἐκ πηγῆς, ἤτοι βέλτιον ἢ χεῖρον
4. ἐργάζεσθαι δυναμένων ἢ καὶ μηδ’ ὅλως ἀλλοιούντων αὐτό.
5. ταῦτα μὲν οὖν ἅπαντα τεχνικῶς γίνεται περὶ τὴν παρασκευὴν
6. τοῦ ὕδατος. ὅταν δ’ ἀπὸ τῆς γῆς κατὰ τόπον οὔσης
7. ἐν ᾧ διαιτώμεθα λαμβάνωμεν ἢ ἐκ λίμνης ἢ ποταμοῦ
8. παραῤῥέοντος ἢ τὸ καλούμενον ὄμβριον, οὐδὲν ἐνταῦθα προστίθεμεν
9. ἐκ τῆς τέχνης. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης εἶπεν,
10. ὑδάτων ἀτεχνέων ἀντιδιαιρούμενος αὐτὰ τοῖς τεχνικὴν
11. ἔχουσι τὴν παρασκευὴν, ἃ κατὰ τὴν ἀναλογίαν τῶν ἀτέχνων
12. ὀνομάζομεν τεχνικά. καθάπερ ὀλίγον ἔμπροσθεν οὐ περὶ
13. πάντων ὑδάτων ὅσα τεχνικῶς παρασκευάζομεν ἔγραψεν, ὡς
14. εἰ καὶ σύγγραμμα πρὸς ἔκδοσιν ἐποιήσατο, μόνου δ’ ἑνὸς
15. ἐμνημόνευσε τρόπου παρασκευῆς, ἑαυτῷ γράφων ἐν ὑπομνήματι
16. πρὸς ἀνάμνησιν, οὕτως καὶ νῦν οὐ περὶ πάντων
17. ὑδάτων ἀτέχνων, ὅπερ ἐστὶν αὐτοφυῶν, ἀλλ’ ἑνὸς εἴδους
1. μόνου διῆλθεν, ὃ καλοῦμεν, ὡς ἔφην, ὄμβριον. ἔγραψε δ’
2. αὐτοῦ διαφορὰς δύο, τὴν μὲν ἑτέραν, ἣν καὶ προδήλως
3. ψέγει, κακὸν εἶναι λέγων τὸ λαιλαπῶδες, ἑτέραν δ’ ἐφεξῆς
4. ἄδηλον εἴτε μόνον ἄψεκτον εἴτε καί τινος ἑτέρου τύχῃ,
5. ἐνόμιζε δὲ σκαιὸν αὐτό. τὸ γὰρ ἀπὸ τοῦ ἀέρος ἀποκριθὲν
6. ἢ βροντιαῖον, ὡραῖον εἶναί φησι. ὡραῖον δὲ ἐγχωρεῖ μὲν
7. καὶ τὸ κατὰ τὴν προσήκουσαν ὥραν γινόμενον ὡς ἐπαινοῦντα
8. λέγειν αὐτὸν, ἐγχωρεῖ δὲ καὶ μόνον οὕτως ὀνομάζειν, τὸ
9. κατὰ τὸ μέσον θέρος ὀνομαζόμενον, ἐπειδὴ μάλιστα τὸν
10. καιρὸν τοῦτον ὥραν ἔτους ὀνομάζουσιν οἱ Ἕλληνες. ἐπιφέρουσι
11. μὲν γὰρ τὸ τῆς ὥρας ὄνομα καὶ φθινοπώρῳ καὶ χειμῶνι
12. καὶ ἦρι. κατ’ ἐξοχὴν δὲ ἐνίοτε καλοῦσιν ὥραν ἔτους
13. ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ τοὺς ὡραίους ὀνομαζομένους καρποὺς
14. τελειοῦσθαι συμβαίνει. τοῦτ’ οὖν ἄδηλόν ἐστιν, ὅσον
15. ἐπὶ τῇ ῥήσει, πλὴν εἰ προσθείημεν αὐτοί τι περὶ τῆς ἡμετέρας
16. ἱστορίας ἢ φυσικῆς τῶν πραγμάτων ἐνδείξεως. 
1. καὶ προσέτι διὰ τί τὸ λαιλαπῶδες μὲν ἔψεξεν, οὐκ ἔψεξε δὲ
2. τό τ’ αἰθέριον καὶ τὸ βροντιαῖον. ἄδηλον δὲ καὶ πότερον
3. εἰς πόσιν αὐτὸ παρασκευάζειν ἡμᾶς ἠξίωσεν ἢ πρὸς τὰς
4. ἰατρικὰς χρείας. εἴς τε γὰρ ὀφθαλμῶν φαρμάκων κατασκευὴν
5. ὕδατι τοιούτῳ χρώμεθα καὶ τὸ καλούμενον ὑδάτινον
6. ἐξ αὐτοῦ σκευάζομεν. ὡραῖον μὲν ἀκούειν ἄμεινον οὐ τὸ
7. κατὰ τὸ ἔαρ εὐσθενῶς, ὡς ἤκουσάν τινες. οὔτε γὰρ ἐξαιρέτως
8. τις ὥραν ἔτους ὠνόμασε τὸ ἔαρ, ἀλλ’ ἁπλῶς ὥραν,
9. ὥσπερ καὶ τὰς ἄλλας, οὔτε φαίνεταί τινα ἀρετὴν ἔχειν
10. ἐξαίρετον ὁ τηνικαῦτα γενόμενος ὄμβρος, ἀλλὰ πολὺ βέλτιον
11. ἡγεῖσθαι λέγει αὐτὸν ὡραῖον, ὅπερ ἂν ὕηται κατὰ τὸν
12. καιρὸν ἐκεῖνον, ὃν ὀνομάζουσιν ὥραν ἔτους. ὁμολογοῦν γὰρ
13. αὐτὸ φανεῖται καὶ τὸ ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν αὐτῷ
14. λελέχθαι. καλεῖν γὰρ ἔθος τοῖς παλαιοῖς, ὅταν μὲν ἀκριβῶς
15. καθαρὸν ᾖ τὸ περιέχον ἡμᾶς, αἰθέρα, τὸ δ’ ἀχλυῶδες
1. ἢ νεφῶδες ἀέρα. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ
2. τὸν ὑπὲρ τὰ νέφη τόπον, προσαγορεύουσιν αἰθέρα καὶ σαφῶς
3. ἐδήλωσε καὶ ὁ ποιητὴς εἰπὼν

4. Εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ἴδῃ
5. Μακροτάτη πεφυκυῖα δι’ ἠέρος αἰθέρ’ ἵκανεν.

6. ἔμπαλιν δ’ ὅταν εἴπῃ.

7. ἠέρα δ’ Ἥρη
8. Πότνια πρόσθε βαθεῖαν ἐρυκέμεν,

9. ἐνδείκνυσθαι φαίνεται τόνδε τοῖς ἔπεσι. καὶ πάλιν ὅταν εἴπῃ

10. Ἀὴρ γὰρ παρὰ νηυσὶ βαθείη, οὐδὲ σελήνη
11. Οὐρανόθεν προύφαινε, κατείχετο δ’ ἐν νεφέεσιν.

12. ὅταν οὖν ἐν τῷ θέρει λεπτυνόμενον ὕδωρ ὑπὸ τῆς κατὰ
13. τὴν ὥραν θερμότητος εἰς ἀτμοὺς ἀοράτους λυθῇ καὶ διὰ
14. τοῦτο ἀδήλως ἡμῖν ἀνενεχθῇ πρὸς τὴν ὑπὲρ γῆς ἀέρα,
15. κἄπειτα συμβῇ διά τινα μεταβολὴν ἐπὶ τὸ ψυχρὸν ἢ ἀνέμων
16. ἀντιπνευσάντων ἀλλήλοις καὶ πυκνωθέντος τοῦ περιέχοντος
1. ἑνουμένους τοῖς λελεπτυσμένους ἀτμοὺς, αἰσθητὸν
2. ὕδωρ γίνεσθαί τινι καὶ τὸν ὄμβρον ἐροῦμεν ὡραῖον εἶναι,
3. λελεπτυσμένου τε καὶ προκατειργασμένου τοῦ ὕδατος ἀπὸ
4. τῆς κατὰ τὸν ἀέρα θερμότητος, εἶναί τε διὰ τοῦτο βέλτιον
5. αὐτὸ τῶν λαιλαπωδῶν ἀκατεργάστων τε καὶ ἀμεπαβλήτων
6. ὄντων, ὁποῖα κατά τινας πηγὰς ὕδατα γίνεται τὰ καλούμενα
7. πρὸς τῶν ἀρχαίων ἀτεραμνώδη. διὰ τί δὲ καὶ τὸ βροντιαῖον
8. ἀποδέχεται μᾶλλον ἢ τὸ λαιλαπῶδες ἐφεξῆς ἴδωμεν.
9. ἐμοὶ μὲν δοκεῖ διότι τὰς βροντὰς οἶδε γινομένας, ἤτοι διὰ
10. πυρὸς ἐναπόληψιν, ὅταν ἐκκρινόμενον οἶον ῥῆξίν τινα ποιήσει
11. τοῦ περιέχοντος αὐτὸ νέφους, ἡνίκα καὶ κεραυνοὶ πίπτουσιν
12. ἢ παρατριβομένων ἀλλήλοις τῶν νεφῶν, ὧν οὐδέτερον
13. ὑπάρχει τῷ λαιλαπώδει. πεπύκνωται γὰρ ὁ ἀὴρ ἐν
14. τῇ τοιαύτῃ καταστάσει συνεχοῦς καὶ μέλανος ἑνὸς νέφους
15. ἅπαντα αὐτὸν κατειληφότος. εἰκότως οὖν οὐ γίνονται βρονταὶ
16. κατὰ τὴν τοιαύτην διάθεσιν τοῦ περὶ τὴν γῆν ἀέρος.
17. ἐν γὰρ τοῖς διεσπασμένοις καὶ κατὰ τὴν περιγραφὴν ἰδίαν
1. φερομένοις νέφεσιν, ὅ τ’ ἀλλήλοις ἐντύχῃ, τὴν παράτριψιν
2. εὔλογον γίνεσθαι. τοῦ δ’ ὅλου συνεχοῦς τε καὶ ἡνωμένου
3. παράτριψις οὐκ ἂν γένοιτο. διὰ τοῦτο οὐδὲ κεραυνοὶ πίπτουσιν
4. ἐν τῇ τοιαύτῃ καταστάσει, μήτ’ ἀέρος ἐν
5. τοῖς νέφεσι περιλαμβανομένου θερμοῦ μήτε περιτρίψεως
6. ἰσχυρᾶς γενομένης. ὅταν γὰρ ἀλλήλοις ἀπατῶντα τὰ νέφη,
7. τὸ μεταξὺ πυρῶδες εἰς ἑαυτὰ συνελαύνοντα καὶ σφίγγοντα
8. πυκνώσει τελέως ἐκθλίβηται, τηνικαῦτα ποτὲ μὲν εἰς τὴν
9. ἄνω χώραν ὁ κεραυνὸς ἢ τὴν εἰς τὸ πλάγιον, ἐνίοτε δ’ ἐπὶ
10. τὴν γῆν. ταύτην μὲν τὴν φορὰν αὐτοῦ ὁρῶμεν μόνην, αἱ
11. δ’ ἄλλαι λανθάνουσιν ἡμᾶς. ἐμοὶ μὲν οὖν εἴρηται διὰ συντόμων
12. εἰς τὴν ῥῆσιν ὅπως τε γίνονται βρονταὶ καὶ διὰ τί
13. τὸ βροντιαῖον ὕδωρ ἄμεινον ἔφησεν εἶναι τοῦ λαιλαπώδους.
14. ἄκρως δὲ καθαρὸν καὶ λελεπτυσμένον ἐστὶ τὸ κατεργασμένον
15. ὡραῖον. ἐν δὲ τῷ μεταξὺ τούτου τε καὶ τοῦ λαιλαπώδους,
16. τὸ βροντιαῖον, ὅσον ἀπολείπεται τοῦ ὡραίου, τοσοῦτον πλεονεκτεῖ
1. τοῦ λαιλαπώδους. ἕτοιμον οὖν ἤδη τοῖς ἅπαντα μερμαιρομένοις
2. οὐ προσῆκον ἰατρῷ φέρειν τοσαύτης ἅπτεσθαι
3. φυσιολογίας. εἰ δέ γε μηδένα λογισμὸν εἰπὼν ἀπεφηνάμην
4. ἁπλῶς βέλτιον μὲν εἶναι τὸ ὡραῖον τοῦ λαιλαπώδους, μέσον
5. δ’ ἀμφοῖν τὸ βροντιαῖον, ἐκέλευον ἄν με προσθεῖναί τινα
6. ἀπόδεξιν οἶς εἶπον, οὔτε γάρ με πιστεύειν αὐτοῖς ὡς νόμοις
7. δίκαιον οὔτε ἀνάγκην ἔχειν ὡς τυραννικοῖς προστάγμασι
8. πείθεσθαι. εἰ τοίνυν ἐκφεύγειν ἀδύνατόν ἐστι τὴν
9. γλῶτταν τῶν ἀπαιδεύτων τε ἅμα καὶ πονηρῶν ἀνθρώπων,
10. ἄμεινον δ’ ἐπὶ τοῖς βελτίοσιν ὑπ’ αὐτῶν ψέγεσθαι, καλῶς
11. ἂν εἴημεν εἰρηκότες τὴν περὶ γενέσεως βροντῶν φυσιολογίαν.
12. τὸ μὲν γὰρ ἀναπόδεικτον ἄπιστον εἶναι δοκεῖ πᾶσιν
13. ἀνθρώποις, τὸ δὲ μηδὲ ἅπτεσθαι φυσιολογίας ἰατρὸν, οὐ
14. παντάπασιν ὀρθῶς λέγεσθαι φαίνεται, δείκνυσί τε τούτους
15. ἀποφηναμένους αὐτοὺς ἡμῖν ὡς τυράννους, οἶς προστάττουσι
16. πείθεσθαι κελεύοντες. ἄμεινον δ’ ἦν ἄρα μὴ τυραννικῶς 
1. προστάττειν, ἀλλὰ διδάσκειν ἡμᾶς ἤτοι γε ὡς χωρὶς ἀποδείξεως
2. ὁ λόγος πιστότερός ἐστι τοῦ μετ’ ἀποδείξεως ἢ ὡς
3. οὐκ ἀληθῶς εἴρηταί τι κατὰ τὴν αἰτίαν ἀπόδοσιν. οἱ δέ
4. γε τούτων μὲν οὐδέτερον πράττουσιν, ἑκατέρως δὲ ψέγουσιν.
5. εἰ μὲν δὴ μηδεμίαν ἀπόδειξιν εἴποιμεν, ὡς ἀναπόδεικτα
6. φλυαροῦντας, εἰ δὲ προσθείημέν τινα λόγον, ὡς οὐκ εἴη
7. πρέπον ἰατρῷ φυσιολόγῳ ὡς ἀληθοῦς ἅπτεται.

Cliquer un n° de page pour en afficher l’image