9. Οὖρον παχὺ, λευκὸν, οἷον τὸ τοῦ Ἀρχιγένεος, ἐπὶ τοῖσι
10. κοπιώδεσι τεταρταίοις ἔστιν ὅτι ἔρχεται καὶ ῥύεται τῆς
11. ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ
12. ῥινῶν ἱκανῶς καὶ πάνυ.
14. Εἰ μὲν τῷ τοῦ Ἀρχιγένεος εἴη γεγραμμένον, ὑπακούσομεν
15. ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ, τῇ τοῦ Ἀρχιγένεος,
16. ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ’ ὅντινα τρόπον οἰκείᾳ.
17. παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς
1. διαφωνίας, ὅταν ἡ αὐτὴ φυλάττεται διάνοια, καὶ
2. νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι
3. καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους
4. ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ
5. κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔγραψε, κόποι
6. αὐτόματοι φράζουσι νούσους. καὶ νῦν γε μᾶλλον ἡγητέον
7. αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει
8. παχέων τε καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ
9. καὶ δι’ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα
10. δ’ ἡ λύσις γίνεται, τὴν δὲ ἀρχὴν τῆς κενώσεως
11. ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δ’ οὔτε δι’ οὔρων
12. οὔτε δι’ αἱμοῤῥαγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις
13. ἡ νόσος εἴωθε τελευτᾷν.