10. Ὕδωρ βορὸν, ἀγρυπνίη βορόν.
12. Ἀφ’ ὧν πεφύκασιν ἀγρυπνία τε καὶ ὕδωρ ἐργάζεσθαι,
13. τὴν προσηγορίαν αὐτοῖς ἔθετο, βορὸν ὀνομάσας ἑκάτερον,
14. ἐπειδὴ βοροὺς ἡμᾶς ἐργάζεται. καλοῦσι γὰρ καὶ νῦν ἔτι
15. συνήθως οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν ἅπαντες Ἕλληνες
16. ἀνθρώπους βοροὺς τοὺς πολλὰ δυναμένους ἐσθίειν. ἐμάθετε
17. δὲ τὰς περὶ τὴν τροφὴν ὀρέξεις ἐξ ὑδροποσίας αὐξανομένας,
1. ᾧ λόγῳ καὶ ψυχρὸν ὕδωρ πινόντων ἢ ἔδεσμα ψυχρὸν
2. ἢ στῦφον. ὅσα μὲν γὰρ εἰς ὀλίγον συνάγει τὸ κατὰ
3. τοὺς χιτῶνας τῆς κοιλίας αἷμα, τὰς ὀρέξεις αὐξάνοντά
4. τε καὶ γεννῶντα δέδεικται. τὰ δὲ θερμαίνοντα καὶ
5. χέοντα τὸ αἷμα καθαιροῦντα καὶ παύοντα τὰς ὀρέξεις.
6. κατὰ τοῦτ’ οὖν καὶ ὕδωρ γίνεται βορὸν, ἡ δὲ ἀγρυπνία τῷ
7. διαφορεῖν. ἐμάθετε γὰρ ἤδη καὶ περὶ ταύτης, ὥσπερ γε
8. καὶ περὶ ὕπνου. πέττει μὲν οὖν ὁ ὕπνος ὡς ἂν ἔσω ῥέποντος
9. ἐν αὐτῷ τοῦ θερμοῦ, διαφορεῖ δ’ ἡ ἀγρυπνία, συνυπάγοντος
10. ἑαυτῷ τοῦ συμφύτου θερμοῦ κατὰ τὴν ἐπὶ τ’ ἐκτὸς
11. κίνησιν οὐκ ὀλίγα μόρια τῆς τοῦ σώματος οὐσίας. διὰ
12. ταῦτα μὲν οὖν εἴρηται βορὰ τό θ’ ὕδωρ καὶ ἡ ἀγρυπνία,
13. σὺ δὲ μὴ παρακούσῃς καὶ νομίσῃς ταὐτὸν εἶναι τὰ πολλὰ
14. προσφέρειν τῷ πέττειν τε καὶ κατεργάζεσθαι πολλά. βελτίων
15. γὰρ ὕδατος οἶνος, οὐ μόνον εἰς τὴν γαστέρα πέψιν,
16. ἀλλὰ καὶ πρὸς τὴν τῶν πεφθέντων ἀνάδοσιν αἱμάτωσίν τε
17. καὶ θρέψιν, οὔρησίν τε καὶ διαπνοὴν, ἐπὶ τῶν ὑγιαινόντων
1. σωμάτων. εὔδηλον δὲ ὡς ἐπὶ τούτων ὁ λόγος εἴρηται νῦν
2. ὑφ’ Ἱπποκράτους, οὐδενὸς ἀγνοοῦντος ἡνίκα βλάπτει τοὺς
3. πλείστους τῶν νοσούντων οἶνος. ἀλλὰ καὶ ἡ ἀγρυπνία κατὰ
4. διττὸν τρόπον γινομένη διττὴν ἔχει καὶ τὴν ἐπὶ ταῖς ἐδωδαῖς
5. τελευτήν. εἰ μὲν γὰρ πράττοντές τι διὰ νυκτὸς, ὡς
6. ἐν ταῖς παννυχίσιν, ἐγρηγορότες διατελέωσι, κενοῦται μὲν
7. τὸ σῶμα, βλάβη δ’ οὐδεμία σαφὴς γίνεται δυνάμεως. ἐὰν
8. δὲ κατακείμενοι μέρη μὲν τινα τῆς νυκτὸς ὑπνώσωμεν,
9. ἀγρυπνήσωμεν δὲ τὰ λοιπὰ, κωλύεται μὲν ἡ δύναμις. οὔτε
10. γὰρ ὀρεγόμεθα βέλτιον οὔτε πέττομεν οὔτε τὰς ἐφεξῆς τῇ
11. πέψει φυσικὰς ἐνεργείας ἀμέμπτους ἔχομεν, ἅπαντες χείρους
12. γενόμενοι τῶν καλῶς κοιμηθέντων.