15. Ἐνθέρμῳ φύσει θερμὴ ὥρη, κοίτη ἐν ψύχει παχύνει, ἐν
16. δὲ θερμῷ λεπτύνει.
1. Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐνθέρμῳ δῆλόν
2. ἐστιν ἀπὸ τῆς, ἔνθερμος εὐθείας κλινόμενον, τὸ δ’ ἐπὶ τῇ
3. τελευτῇ δύναιτ’ ἄν τις ἀκούειν ὡς ἔκ τε προθέσεως τῆς
4. ἐν καὶ πτώσεως δοτικῆς τῆς θερμῷ συγκείμενον, ὥσπερ
5. ἀμέλει καὶ ἤκουσαν ὀλίγου δεῖν ἅπαντες οἱ ἐξηγηταί. τινὲς
6. μὲν εἰς δύο μέρη διελόντες τὴν ῥῆσιν, ὡς ἑκάτερον ἰδίας
7. ἐξηγήσεως δεόμενον, ἔνιοι δ’ ὅλην ὡς μίαν ἐξηγησάμενοι.
8. Διοσκορίδης δὲ καὶ μετέγραψεν ἐπὶ τὸ σαφέστερον
9. αὐτὴν, ὥσπερ εἴωθε ποιεῖν ἐπὶ τῶν ἀσαφῶν ῥήσεων ἰδίᾳ
10. μὲν ἔγραψε τὸ ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ, προσθεὶς αὐτῇ
11. τὸ λεπτύνειν, βουλόμενος ἡμᾶς ἀκούειν τὴν ἔνθερμον φύσιν,
12. ὅπερ ἐστὶ πολύθερμον ἐν ὥρᾳ θερμῇ, τουτέστι θερινῇ λεπτύνεσθαι,
13. διαφορουμένην ὑπὸ τῆς ὀνομαζομένης ἤδη συνήθως
14. ἅπασι τοῖς νεωτέροις ἰατροῖς λόγῳ θεωρητῆς διαπνοῆς,
15. ἣν καθ’ ἑτέραν λέξιν τινὰ ἄλλοι τινὲς ἄδηλον αἰσθήσει
16. διαπνοὴν ὀνομάζουσι, γενομένην μὲν ἅπασιν
1. ἡμῖν ἐν ἅπαντι τῷ βίῳ, διαφέρουσαν δὲ κατά τε τὰς ἡλικίας
2. καὶ τὰς ὥρας ἐπιτηδεύματά τε καὶ συνελόντι φάναι
3. τὴν ὅλην δίαιταν ἣν διαιτώμεθα. ἀλλ’ ἐν ἅπασί γε ταῖς
4. διαφοραῖς κοινόν ἐστιν ἐπὶ μὲν ταῖς θερμοτέραις ὥραις τε
5. καὶ χώραις, ἡλικίαις τε καὶ φύσεσι καὶ διαίταις, ἀποῤῥεῖν
6. ἕξω τοῦ σώματος οὐκ ὀλίγην μοῖραν ἐκ τῆς οὐσίας ἡμῶν,
7. ἐπὶ δὲ ταῖς ψυχροτέραις πυκνουμένου τοῦ δέρματος ἴσχεσθαι
8. μὲν τὸ πλεῖστον, ὀλίγον δ’ ἐκκενοῦσθαι. κατὰ τοῦτ’
9. οὖν ἀληθές ἐστι τὴν πολύθερμον φύσιν ἐν ὥρᾳ θερμῇ λεπτύνεσθαι,
10. διπλασιαζομένης τῆς ἀποῤῥοῆς, ἣν ἐκ τῆς οἰκείας
11. θερμότητος ἔχοντες σύμφυτον ἐπικτῶνται τὴν προγινομένην
12. ἔξωθεν ἀπὸ τῆς θερμῆς ὥρας. ἀλλ’ οὔτε τῶν ἄλλων
13. ἀντιγράφων εὗρον ἔν τινι ταύτην τὴν γραφὴν οὔτε τις
14. τῶν ἐξηγητῶν οἶδεν αὐτὴν, πλὴν ὅτι Διοσκορίδης αὐτὸς ἐν
15. τῷ μετώπῳ τοῦ βιβλίου προσέγραψεν, ἐν δύο μόνοις ἀντιγράφοις
16. εὑρηκὼς ὡδί πως ἔχουσαν τὴν λέξιν. ἐνθέρμῳ φύσει
17. θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐνθέρμῳ λεπτύνει.
18. οὐ μὴν ἡμεῖς γε ἐν δυοῖν, ἀλλ’ ἐν πᾶσιν οἶς ἀνέγνωμεν,
1. οὕτως ἔχουσαν εὕρομεν τὴν λέξιν, ἐξεπίτηδες ἅπασας μὲν
2. ἰδόντες τὰς κατὰ τὰς δημοσίας βιβλιοθήκας, ἅπαντα δὲ τὰ
3. παρὰ τοῖς φίλοις. ἐπὶ τὴν ἐξήγησιν αὐτῆς ἤδη τραπώμεθα,
4. παραλιπόντες ὅσα κακῶς εἴρηται τοῖς ἐξηγησαμένοις. ἐμοὶ
5. μὲν γὰρ δοκεῖ τὸ μὲν πρότερον μέρος τῆς ῥήσεως οὕτως
6. συμπληροῦσθαι δεῖν· ἐνθέρμῳ φύσει, θερμῇ ὥρῃ, ἐν ψύχει
7. κοίτη παχύνει. τὸ μὲν θερμῇ ὥρῃ κατὰ τὰς δοτικὰς
8. πτώσεις ἀναγνόντων ἡμῶν, ὡς εἰ καὶ ἐν τῇ θερμῇ ὥρῃ
9. λέλεκται. τὸ δὲ ἐν ψύχει καθάπερ καὶ οὕτως εἶπεν. ἐν
10. ἀέρι ψυχρῷ, συγκειμένης τῆς λέξεως ἐκ δυοῖν τοῦ λόγου
11. στοιχείων, προθέσεως μὲν τῆς ἐν, ὀνόματος δὲ τοῦ ψύχει.
12. γενήσεται γὰρ ὁ σύμπας νοῦς τοιοῦτος, ὠφέλιμόν ἐστι τῇ
13. πολυθέρμῳ φύσει κατὰ θερμὴν ὥραν ἐν ψυχρᾷ κοίτῃ κοιμᾶσθαι,
14. παχυνθήσεται γὰρ οὕτως. εἰκότως δὲ ταῦτα ποιεῖν
15. ἡμᾶς ἐπὶ τῶν πολυθέρμων φύσεων ἐκέλευσεν ὁ Ἱπποκράτης.
16. ἑτοίμως γὰρ οὔσης τῆς θερμῆς φύσεως λεπτύνεσθαι διὰ τὸ
1. πλῆθος τῆς ἀποῤῥοῆς, ἐὰν καὶ τῆς ὥρας αὐτῇ προγινομένης
2. θερμῆς ἡ κένωσις διπλασιασθῇ, προσέλθῃ δὲ τρίτη
3. τις ἄλλη κένωσις ἐν θερμῷ χωρίῳ καὶ στρωμνῇ θερμῇ κατακειμένου
4. τοῦ ἀνθρώπου, συμβήσεται διαφορηθῆναι καὶ
5. λεπτυνθῆναι τὸ σῶμα τρίτην ὑπομεῖναν κένωσιν. ἐὰν δὲ
6. ἐπὶ ταῖς ἀναγκαίαις σὺν τῇ τ’ ἐκ τῆς φύσεως καὶ τῆς ὥρας,
7. ἃς οὐκ ἔστι φυγεῖν, ἡ γοῦν τρίτη πρὸς τοὐναντίον ἀχθῇ,
8. οὐ διαφορεῖν, ἀλλ’ ἐπέχειν δυναμένη τὰς ἀποῤῥοὰς, οὐκ ἂν
9. εἰς ἔσχατον ἀφίκοιτο κενώσεως ὁ ἄνθρωπος, ἀλλὰ καὶ παχυνθείη
10. μᾶλλον ἤπερ λεπτυνθείη. τῆς γὰρ ψυχρᾶς κοίτης
11. σημαινούσης οὐ μόνον ὑποστορέσματα ψυχρὰ καὶ περιβλήματα,
12. ἅπερ ἐκ σινδόνων πυκνῶν καὶ τριβάκων ἱματίων τε
13. τοιούτων γίνεται, προσέρχεταί τι μέγιστον ἕτερον ἐπανόρθωμα
14. τῆς τε κατὰ τὴν ὥραν καὶ τὴν φυσικὴν κρᾶσιν ἀμετρίας,
15. διὰ τῆς εἰσπνοῆς ψυχρᾶς οὔσης ἐμψύχεσθαι τὸ σῶμα.
16. τοῦτο μὲν οὖν ἤδη καὶ πρόσθεν ἡμῖν εἴρητο, πρόσκειται
17. δὲ νῦν τὸ κατὰ τὴν στρωμνὴν, ἵνα πανταχόθεν ἀναψύχηται
18. τὸ σῶμα καὶ τὸ τῆς διαπνοῆς ἄμετρον εἰς συμμετρίαν
1. ὑγιεινὴν ἐπανάγηται. τὸ μὲν οὖν ἕτερον μέρος
2. τῆς ῥήσεως τὸ πρότερον οὕτως ἄν μοι δοκεῖ μάλιστά
3. τις ἐξηγήσασθαι. τὸ δ’ ὑπόλοιπον ἔνθα φησὶν, ἐν
4. θερμῷ λεπτύνει, σαφὲς ἂν ἦν εἰ τῷ θερμῷ τὸ ἀέρι προσεγέγραπτο,
5. τῆς ὅλης ῥήσεως ἐν τοιᾷδε λέξει σαφῶς ἂν ἑρμηνευθείσης.
6. τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῷ κοίτη
7. προσελθοῦσα ἐν ἀέρι ψυχρῷ παχύνει, ἐν θερμῷ δ’ ἀέρι
8. γινομένη λεπτύνει. κατὰ μὲν οὖν τὰς εὐθείας πτώσεις,
9. οὕτως ἂν μάλιστα ῥηθείη σαφῶς, ὡς εἴρηται. νυνὶ δ’ εἰ
10. καὶ κατὰ δοτικὰς βουληθείημεν ἑρμηνεῦσαι, γένοιτ’ ἂν ἡ
11. λέξις τοιαύτη. τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ καὶ τῇ
12. ἐν ἀέρι ψυχρῷ κοίτῃ παχύνεσθαι συμβαίνει, τῇ δ’ αὐτῇ
13. τοιαύτῃ ἐν ἀέρι θερμῷ λεπτύνεσθαι συμβήσεται.