5. Ἐν τῷ ἐγρηγορέναι δίψῃ ἐπιπολαίῳ, ὕπνος ἄκος. τῇ δ’
6. ἐξ ὕπνου ἐγρήγορσις ἐνίοις.
8. Ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ σμικρὰν,
9. ἥτις οὔτ’ ἀπὸ παντὸς τοῦ σώματος οὔτ’ ἀπὸ μεγάλης διαθέσεως
10. γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλ’ ὡς Ἐρασίστρατος
11. ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων
12. δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος τὴν κοιλίαν.
13. ταύτης οὖν τῆς δίψης ἴαμά ἐστιν ὁ ὕπνος ὑγραινομένου
14. τοῦ βάθους, ὡς ἂν εἴσω ῥέποντος ἐν τοῖς ὕπνοις τοῦ αἵματος.
15. ἔμπαλιν δὲ τοῖς ἐξ ὕπνου διεγερθεῖσιν, ὅταν ἐπιπόλαιος
16. ᾖ δίψα, παύεται ῥᾳδίως ἐγρηγορόσι, τὸ γὰρ τοιοῦτον
17. δίψος γίνεται, θερμαινομένων ἐνίοτε τῶν μορίων, ὧν
1. ἔφην Ἐρασίστρατον ἐμνημονευκέναι. θερμαίνεται δὲ κατὰ
2. τὴν τῶν σιτίων πέψιν ἐν τῇ γαστρί. γινομένης γὰρ αὐτῆς
3. ὑπὸ τοῦ ἐμφύτου θερμοῦ παραπλησίως τοῖς ἑψομένοις,
4. ὥσπερ ἐκείνοις ἀναφέρεταί τι ἀτμὸς θερμὸς, οὕτω συμβαίνει
5. ποτὲ καὶ κατὰ τὴν κοιλίαν καὶ μάλιστα τοῖς ἀκρατέστερον
6. οἶνον πεπωκόσιν. ἀλλ’ ἐὰν ἐγρηγορότων αὐτῶν ἡ γαστὴρ
7. κενωθεῖσα μηκέτ’ ἀναπέμπῃ τοὺς ἀτμοὺς, ἥ τ’ ἐν τοῖς
8. τεθερμασμένοις μέρεσι θερμασία διαφορηθῇ, παύονται διψῶντες.
9. ἔνιοι μέντοι διψώδεις ἐξ ὕπνου γίνονται, διὰ τὴν
10. τῶν ἐδηδεσμένων ἢ πεπομένων θερμότητα τῆς γαστρὸς ἐκθερμανθείσης,
11. ἥτις οὐ καθίσταται χωρὶς τῆς ἔξωθεν ἐπικουρίας.
12. οὕτως γοῦν οἱ πολλοὶ τῶν ἔθος ἐχόντων ψυχροποτεῖν
13. ὤνηντό ποτε πιόντες ὕδωρ ψυχρὸν ἐν τοιούτῳ καιρῷ,
14. πρὸ τοῦ λούσασθαί τε καὶ τροφὴν προσενέγκασθαι.
15. διὰ τοῦτ’ οὖν ἐν τῇ δευτέρᾳ διαφορᾷ τοῦ δίψους προσέθηκε
16. τὸ ἐνίοις. οὐ γὰρ ἅπασιν, ὡς ἐπιδέδεικται, τοῖς ἐξ ὕπνου
17. διψῶσιν ἡ αὐτὴ διάθεσις γίνεται. ταύτην δ’ οἵ τε
1. παλαιοὶ τῶν ἐξηγητῶν ἐπίστανται τὴν γραφὴν, ἔν τε τοῖς
2. ἀκριβέσιν ἀντιγράφοις εὑρίσκεται.