Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.24, ed. Kühn, 1828, vol. 17b, p. 200-202. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.24


5. Αὖθις οἶσι πλεῖστον τὸ θερμὸν μεγαλοφωνότατοι· καὶ γὰρ
6. ψυχρὸς ἀὴρ πλεῖστος. δυοῖν δὲ μεγάλων μεγάλα καὶ τὰ
7. ἔγγονα γίνεται.

9. Προεῖπον ἄρτι τῆς ῥήσεως ταύτης τὴν γραφὴν
10. τὴν ἀρχαίαν οὐχ οὕτως, ἀλλ’ ἐν οἷσι πλεῖστον τὸ θερμὸν
11. ἐκεῖνοι τῶν ἐξηγητῶν ὅσοι τοῦ τέλους τῆς προτέρας ἀφείλοντο
12. τὸ ἐνίοις. λέγωμεν οὖν ἤδη περὶ τῆς κατὰ τὴν προκειμένην
13. ῥῆσιν ἀληθείας. οἶς γὰρ πλεῖστόν ἐστι τὸ θερμὸν
14. ἐν τῇ καρδίᾳ δηλονότι, ταύτην γὰρ ἐδείξαμεν οἷον ἑστίαν
15. εἶναι τῆς ἐμφύτου θερμασίας, ἀναγκαῖόν ἐστι καὶ τὸν εἰσπνεόμενον
16. ἀέρα πλεῖστον εἶναι· καὶ γὰρ καὶ τοῦτ’ ἐδείχθη
17. κατὰ τὸ περὶ χρείας ἀναπνοῆς. εἰ δ’ ἐστὶ πλεῖον τὸ θερμὸν
1. ταῖς τοιαύταις φύσεσιν, εἰσπνεῖταί τε καὶ πάλιν ἀντεκπνεῖται.
2. διὰ τοῦτ’ εἰ τὴν φωνὴν ἐροῦμεν γίνεσθαι μεγάλην,
3. ἀδιορίστως ἀποφηνάμενοι σφαλησόμεθα. δέδεικται γὰρ ἐν
4. τοῖς περὶ φωνῆς ὑπομνήμασι ἀδύνατον εἶναι γενέσθαι τὴν
5. φωνὴν μεγάλην, ἄνευ τοῦ πολὺν ἀέρα ταχέως ἐκπνεῖσθαι.
6. γίνεται δὲ τοῦτο τῆς τραχείας ἀρτηρίας καὶ τοῦ λάρυγγος
7. εὐρέων ὑπαρχόντων. ἐὰν δὲ καὶ ὁ θώραξ ὅλος ᾖ μέγας,
8. οὐ μόνον μεγαλοφώνους ἐργάζεσθαι τοὺς ἀνθρώπους, ἀλλὰ
9. καὶ πλεῖστον φωνεῖν δυναμένους, ὥσπερ οἱ κήρυκες, ὅταν
10. τὸν καλούμενον πόδα λέγουσιν. ἐπεὶ τοίνυν ἥ τε καρδία
11. εὐρύνεταί τε καὶ αὐξάνεται κατὰ τὴν ἐν τῇ μήτρᾳ διάπλασιν
12. εὐθέως ἐξ ἀρχῆς, ἐφ’ ὧν ἐστι τὸ ἔμφυτον θερμὸν πλεῖστον,
13. ἀνάλογον δὲ ταύτῃ καὶ ὁ θώραξ, ὡς τὸ πολὺ μέγας
14. γίνεται καὶ τούτῳ πάλιν ἐξ ἀνάγκης ἕπεται τοῦ πνεύμονος
15. μέγεθος, ᾧ πάλιν ἀκολουθεῖ τὸ τῆς τραχείας ἀρτηρίας ὡς
16. τὸ πολὺ καὶ ταύτῃ τὸ τοῦ λάρυγγος. εἰκότως ὡς ἐπὶ τὸ
17. πλεῖστον συμβαίνει τοὺς πολυθέρμους φύσει μεγαλοφώνους
1. ὑπάρχειν. εἰ γὰρ δὴ πάντῃ τε καὶ πάντως ἀνάλογον τῷ
2. μεγέθει τῆς καρδίας ὁ θώραξ ηὐξάνετό τε καὶ οὐ παρενέπιπτέ
3. ποτε μοχθηρὰ διάπλασις, οὐκ ἂν ὡς τὸ πολὺ τοὺς
4. πολυθέρμους ἔφην γενέσθαι μεγαλοφώνους, ἀλλὰ διὰ παντός.
5. οὐ μὴν οὐδ’ ὥσπερ ἀνάλογον τῷ θώρακι τὸ μέγεθος
6. ἀεὶ τοῦ πνεύμονος εὑρίσκεται, οὕτω καὶ τῷ τούτου μεγέθει
7. τὰ τρία γένη τῶν κατ’ αὐτὸν ἀγγείων ἀνάλογον αὐξάνεται.
8. φαίνεται δὲ κᾀν ταῖς ἀνατομαῖς τῶν ζώων οὐκ ἀκριβῶς ἡ
9. ἀναλογία φυλαττομένη. ἀλλ’ ἐν μὲν δὴ τούτοις τοῖς μορίοις
10. ὀλίγον τι τὸ μὲν ὑπερβάλλον εὑρίσκεται, τὸ δὲ ἐλλεῖπον.
11. ἀξιόλογον δ’ ἐν τῇ καρδίᾳ πρὸς τὸν θώρακα καὶ τουτέστι
12. τὸ μάλιστα ποιοῦν τοῖς ἐπίσης θερμοῖς ἀνθρώποις ὀλιγάκις
13. διαφορὰν ἀξιόλογον ἐν τῷ τῆς φωνῆς μεγέθει. ὁ μὲν οὖν
14. Ἱπποκράτης τῷ πλήθει τοῦ ἀέρος ἀναφέρει μόνῳ τὸ μέγεθος
15. τῆς φωνῆς. ἔστι δ’ οὔτε μόνον οὔτε πρῶτον ἀξίωμα
16. τοῦτο τῶν τὴν φωνὴν μεγάλην ἐργαζομένων αἰτίων. ὕλη
17. γάρ ἐστι μεγάλης φωνῆς ὡς ἐν τοῖς περὶ τούτων ὑπομνήμασιν
18. ἐδείχθη.

Cliquer un n° de page pour en afficher l’image