Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.25, ed. Kühn, 1828, vol. 17b, p. 203-211. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.25


2. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοὶ, οὗτοι
3. ἐπίφλεβοι καὶ ὀξυθυμότεροι.

5. Ὅτι διττὸν οἶδε κατὰ τὸ σῶμα ζώων τὸ θερμὸν ὁ
6. Ἱπποκράτης, ἕτερον μὲν ὅπερ αὐτὸς ἔμφυτον ὀνομάζει, τὴν
7. οὐσίαν ἔχον ἐν αἵματί τε καὶ ἐν τοῖς ἐναίμοις σπλάγχνοις,
8. ἕτερον δὲ δριμὺ καὶ δακνῶδες καὶ πυρῶδες, ἐν ᾧ γένει καὶ
9. ὁ πυρετός ἐστιν, ἐν πολλοῖς ἤδη τῶν συγγραμμάτων αὐτοῦ
10. δέδεικται. γέγραπται δέ μοι καὶ καθ’ ἓν ὑπόμνημα τελέως
11. περὶ τοῦδε, καθ’ ὃ τὴν ἐπιγραφὴν ἐποιησάμην, ὅτι μηδὲν
12. ἡμάρτηται κατὰ τὸν ἀφορισμὸν, οὗ ἡ ἀρχὴ τὰ αὐξανόμενα
13. πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἀπολογοῦμαι δ’ ἐν αὐτῷ
14. ὑπὲρ τοῦ Ἱπποκράτους, λύων τὰ Λύκου πρὸς τὸν ἀφορισμὸν
15. ἐγκλήματα καὶ δεικνὺς διὰ τὴν τῶν ἀρίστων δογμάτων
16. ἄγνοιαν ἐπηρεάζοντα τῷ Ἱπποκράτει τὸν Λύκον. ἀλλὰ
1. ταύτης γε τῆς θερμασίας τὴν διαφορὰν οὔτε Λύκος οὔτε
2. ἄλλος τις ἢ Ἐρασιστράτειος ἢ Ἡροφίλειος ἢ ἐμπειρικὸς
3. ἐγίνωσκε καὶ διὰ τοῦτο κακῶς ἐξηγήσαντο πάμπολλα τῶν ὑφ’
4. Ἱπποκράτους γεγραμμένων. οὐ μὴν τούς γε Ἱπποκρατείους
5. ἄνδρας ἐχρῆν ἐπιλαμβάνεσθαι τῶν δογμάτων αὐτοῦ τὰς
6. ἐξηγήσεις ποιουμένους, ὡς μιᾶς οὔσης τῷ γένει τῆς ἐν τοῖς
7. ζώοις θερμασίας. ἀλλ’ ὅταν ἀκούσωσιν ἢ Ἱπποκράτους ἤ
8. τινος ἄλλου θερμοκοιλίους ὀνομάζοντός τινας, ἐπισκέψασθαι
9. βέλτιον ἦν ὅπως εἴρηται τοὔνομα, πότερον τὸ ἔμφυτον
10. θερμὸν ἐν τῇ γαστρὶ δαψιλὲς ὑπάρχειν ἀποφηναμένου τοῦ
11. τὴν λέξιν εἰπόντος ἢ γράψαντος ἢ τὸ ἕτερον, ὃ πολλάκις
12. μὲν ἐπίκτητον, ἐνίοτε δ’ οὐ φύσει, καί ποτε καὶ παρὰ φύσιν
13. ὀνομάζομεν, ᾧ θερμῷ τοὺς θερμοτέρους συμβέβηκε δακνώδη
14. τε καὶ θερμὴν ἔχειν τὴν ἀναπνοὴν καὶ διὰ τοῦτο
15. πυρέττειν εὐθέως, ἐπειδὰν τύχῃ τὸ δέρμα στεγνωθὲν ὡς οἵ
16. γε τὸ ἕτερον θερμὸν ἔχοντες πλεῖστον, ἐπισχεθείσης τῆς διαπνοῆς,
17. πληθωρικώτεροι μὲν γίνονται, πυρετῷ δ’ οὐχ ἁλίσκονται.
18. διὰ ..... καὶ τοίνυν καὶ ὅτε κατὰ τὴν γαστέρα 
1. τουτὶ τὸ ἔμφυτον θερμὸν πλεονάζον ἀρίστας ἐργάζεται
2. τὰς πέψεις τῶν σιτίων, ὡς αὐτὸς ἐν ἀφορισμοῖς ἐδήλωσεν
3. εἰπὼν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει
4. καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσιν καὶ
5. τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν
6. πολὺ, τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ
7. οἱ ἀθληταί. καθάπερ οὖν τῶν τοιούτων κοιλιῶν ἐστι γνώρισμα
8. τὸ πέττειν ἀμέμπτως τὰς τροφὰς, οὕτως τῶν ψυχροτέρων
9. μέν τὸ εἰς ὀξύτητα τρέπειν, τῶν θερμοτέρων δ’
10. εἰς κνισώδη ποιότητα. τοῖς μὲν οὖν καλῶς πέττουσι τὰ
11. σιτία τό θ’ αἷμα χρηστόν ἐστι καὶ σύμμετρος ἕπεται σάρκωσις
12. ἢ καὶ πλείων ἐνίοτε τοῦ δέοντος, ὅταν ἀργότερον αὐτοῖς
13. διαιτωμένοις καὶ λουομένοις, τὸ δ’ ἧττον εἰς εὐσαρκίαν
14. τῇ τοῦ σώματος ἕξει. ἐπειδὰν δὲ φθάσῃ πλῆθος ἀθροισθὲν,
15. εἰς νόσους ἐμβάλλει ὅλον τὸ σῶμα. τοῖς δὲ διὰ τὴν δυσκρασίαν
16. τῆς γαστρὸς ἀπεπτοῦσί τε καὶ διαφθείρουσιν εἰς
17. καπνώδη καὶ κνισώδη ποιότητα τὰ σιτία μοχθηρὸν μὲν
18. ἀθροίζεται κατὰ τὰς φλέβας αἷμα, μοχθηρὰ δὲ ἡ
1. τοῦ σώματος ὅλου γίνεται θρέψις. ἐπὶ τούτων οὖν ἀκούειν
2. σε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ
3. καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆς ὑπάρχει πολὺ, ταῖς
4. σαρξὶ δὲ ἐκ τοῦ αἵματος ἐπεισέρχεται, καὶ διὰ τοῦτο ἀναγκαῖόν
5. ἐστι ψυχρὰς αὐτὰς εἶναι κατὰ τὰς τοιαύτας φύσεις
6. τῶν σωμάτων, ὁποῖα καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς ἂν
7. μὴ χορηγουμένας αἷμα δαψιλὲς, ἀλλ’ ὀλίγον τε καὶ μοχθηρόν.
8. ἀμφότερα γὰρ γίνεται τοῖς δυσκράτοις τὴν γαστέρα
9. κατὰ τὴν πυρώδη θερμασίαν, ὑπέρχεσθαι μὲν τὰ σιτία
10. διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγης ἐξ αὐτῶν ἀπολαβεῖν
11. τὸ σῶμα τροφῆς, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν
12. διὰ τὸ μὴ πεπέφθαι καλῶς. οὐ γὰρ οἷόν τε γεννηθῆναι
13. χρηστὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας, ἀπεπτηθέντων
14. τε καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων. εἰ
15. μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρὸν ἦν τὸ κατὰ τὰς φλέβας
16. αἷμα, συνέβαινεν ἂν ἑλκύσαι αὐτὸ τὰς σάρκας, αὐτὰς μὲν
17. ἧττον τρέφον, ἐκκενοῦν δ’ ἐκείνας, ὡς συνεστάλθαι τε καὶ
18. φαίνεσθαι μόγις. ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθηρόν
1. ἐστιν, οὐδὲ τόθ’ ἑλκύσουσι, κἂν δέωνται, καθάπερ οὐδ’
2. ἡμεῖς αὐτοὶ προσιέμεθα τὰ κεκνισωμένα καὶ τινας ἑτέρας
3. μοχθηρὰς ἔχοντα ποιότητας ἐδέσματα, κἂν πάνυ σφόδρα
4. τροφῆς ὀρεγόμεθα. καὶ γὰρ καὶ ἡ ὄρεξις αὐτὴ παύεται
5. γευσαμένων ἡμῶν τοιούτου σιτίου. κατὰ τοῦτ’ οὖν αἱ
6. σάρκες ἐκ τῶν φλεβῶν ὀλίγον ἕλκουσιν εἰς τρέψιν αὐτὸ τὸ
7. ἀναγκαιότατον, ὡς κατὰ βραχὺ χρόνῳ πλείονι κατὰ τὰς
8. φλέβας ἀθροίζεσθαι μοχθηρὸν αἷμα. καὶ διὰ τοῦτ’ ἐν ταῖς
9. φλεβοτομίαις οὐκ ἂν ἴδοις ποτὲ τῶν τοιούτων ἀνθρώπων
10. ἐρυθρὸν αἷμα ῥέον, ἀλλ’ ὡς ἂν εἴποι τις ἑτέραν ἔχον χρόαν
11. εὑρίσκεται τοῦτο, εὐθὺς δὲ καὶ δυσῶδες. καὶ εἰ ἐκ πολλοῦ
12. χρόνου μὴ εἴη κεκενωμένος ὁ ἄνθρωπος, μέλαν φαίνεται
13. τὸ αἷμα τὸ κατὰ τὴν φλεβοτομίαν ἐκκενούμενον, ἄλλοτ’
14. ἄλλην ἔχον ἐν πάχει τε καὶ λεπτότητι σύστασιν, ἐνίοτε μὲν
15. ὀῤῥῶδες καὶ λεπτότερον, ἐνίοτε δὲ παχύτερον ὥσπερ δὴ καὶ
16. λίαν παχὺ καὶ μέλαν φαίνεταί ποτε, παραπλήσιον ὑγρᾷ
17. πίττῃ. ταῦτ’ οὖν ἅπαντα τὰ νῦν ἐπικεφαλαίως εἰρημένα
1. κατ’ ἄλλα μέν τινα τῶν εἰρημένων ὑπομνημάτων καὶ μάλιστα
2. τῆς θεραπευτικῆς μεθόδου τελέως ἐξείργασται, νυνὶ δὲ
3. διὰ συντόμων εἴρηται παραλελειμμένα τοῖς ἐξηγηταῖς. εἰώθασι
4. γὰρ πλεονάζειν μὲν ἐν τοῖς ἀχρήστοις, ἐκλείπειν δ’
5. ἐν τοῖς χρησιμωτάτοις. ἐγὼ γοῦν ἐπειδὴ πάνυ χρήσιμός
6. ἐστιν ὁ προκείμενος λόγος, ἀναλαβὼν αὐτὸν ἐπὶ κεφαλαίων
7. αὖθις ἐρῶ, συνάψας τῇ τῆς προκειμένης ῥήσεως ἐξηγήσει.
8. θερμοκοιλίους μὲν ἡγητέον αὐτὸν λέγειν, οὐχ ὥσπερ τοὺς
9. παῖδας εἶπε καὶ τοὺς ἀθλητὰς πολὺ τὸ ἔμφυτον ἔχειν θερμὸν,
10. οὐδ’ ὡς ἐν χειμῶνι τὰς κοιλίας τῷ φυσικῷ θερμοτάτας
11. θερμῷ ὑπάρχειν, ἀλλ’ ὡς τὸ δακνῶδές τε καὶ μοχθηρὸν
12. θερμὸν οὐκ ὀλίγον ἔχοντας ἐν τῇ δυσκράτῳ γαστρί. τοὺς
13. τοιούτους δὲ ψυχροσάρκους εἰκότως ὠνόμασεν, ἀτροφοῦντας
14. ἀπορίᾳ χρηστῆς τε ἅμα καὶ δαψιλοῦς τροφῆς, ἣν ἐκ τοῦ
15. κατὰ φύσιν αἵματος ἔχουσιν ἐν τοῖς εὐκράτοις σώμασιν.
16. ἕπεται δὲ τῇ τοῦ αἵματος ἐνδείᾳ ψυχρὰς γίνεσθαι τὰς
17. σάρκας, ἐπίκτητον δὴ τὴν θερμασίαν ἐξ αἵματος ἐχούσας,
1. οὐκ οἰκείαν, οὐδ’ ἔμφυτον ὡς ἧπάρ τε καὶ καρδία. λεπτοὶ
2. δὲ ἐξ ἀνάγκης οὗτοι γίνονται διὰ τὴν ἔνδειαν τῶν σαρκῶν,
3. ὧν αἱ μειώσεις τε καὶ αὐξήσεις εἰς λεπτότητα καὶ παχύτητα
4. τὸ σύμπαν σῶμα προάγουσι. λέγει δὲ τοὺς αὐτοὺς
5. τούτους ἐπιφλέβους ὑπάρχειν ὥσπερ εἰ καὶ οὕτως
6. εἶπε· τοῖς τοιούτοις ἐπιφανεῖς αἱ φλέβες εἰσὶ, τουτέστιν
7. ἐκκείμεναι, ὡς ἂν αὗταί γε πλήρεις αἵματος οὖσαι καὶ γεγυμνωμέναι
8. διὰ τὴν ἔνδειαν τῶν σκεπουσῶν αὐτὰς σαρκῶν.
9. ἀλλὰ καὶ ὀξυθυμοτέρους αὐτοὺς εἶναί φησι, οὐχ ἁπλῶς
10. ὀξυθύμους ἢ ὑπερβολικῶς ὀξυθυμοτάτους, ὅπερ ἂν ἔπαθον
11. εἰ τὸ κατὰ τὴν καρδίαν θερμὸν ἦν πάμπολυ. τὸ δ’ ἐν τῇ
12. γαστρὶ τῇ κακώσει τοῦ στόματος αὐτῆς ὀξυθυμοτέρους ἐργάζεται.
13. δέδεικται γὰρ ὡς καὶ τοῦτο τὸ μόριον ἑαυτῷ συνδιατίθησι
14. τὴν ψυχὴν, ἀργαλεωτέρους μὲν ἐργαζόμενον εἰς
15. τὸ νοῆσαι καὶ πρᾶξαι, καθ’ ὃν ἂν χρόνον ἑαυτοῦ γένηται
16. ψυχρότερον. ἑτοιμοτέρους δὲ καὶ ὀργιζομένους ἐπὶ μᾶλλον
17. θερμανθὲν, οὐ τῇ κατὰ φύσιν δηλονότι θερμασίᾳ, τῇ δ’
18. ἐπικτήτῳ τε καὶ παρὰ φύσιν, περὶ ἧς ὁ λόγος ὅδε σύμπας 
1. ἡμῖν διήνυται. τοῖς δ’ Ἱπποκρατείους μὲν ἑαυτοὺς ὀνομάσασιν,
2. ἀγνοοῦσι δὲ τὰ κυριώτατα δόγματα τῆς Ἱπποκράτους
3. τέχνης, οἷς καὶ τὰ διὰ τῆς ἐμπειρίας φαινόμενα μαρτυρεῖ,
4. μέμψασθαι δίκαιον, οὐχ ὡς ἡμεῖς εἰρήκαμεν, ἀλλ’ ἑτέρως
5. ποιησαμένοις τὴν ἐξήγησιν. οἴονται γὰρ ἐπὶ τῶν θερμοτέρων
6. κοιλιῶν τὰ τοῦ συμφύτου θερμοῦ ῥέπειν εἰς τὸ βάθος,
7. ἀπολείπειν δὲ τὰ ἐκτὸς μέρη, καὶ διὰ τοῦτο ψυχροσάρκους
8. ἐργάζεσθαι τοὺς ἀνθρώπους. ἀλλ’ αἱ τοιαῦται ῥοπαὶ κατὰ
9. μὲν τὰς ὥρας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις τοῦ
10. περιέχοντος καὶ ἐγρηγόρσεις τε καὶ ὕπνους γίνονται, καθάπερ
11. γε κᾀν τοῖς ψυχικοῖς πάθεσι, λύπαις καὶ φόβοις,
12. ἡδοναῖς τε σωματικαῖς καὶ χαραῖς ψυχικαῖς. οὔτε δὲ φυσικὴ
13. κατασκευὴ σώματος οὔθ’ ἡλικία ἐργάζεται τοιαύτην
14. μετάστασιν ἐμφύτου θερμασίας, ἀλλ’ εἰσὶν, ὡς κᾀν τοῖς ὑγιεινοῖς
15. ἐδείχθη, μοχθηραὶ κατασκευαὶ σώματος, ἔνια μὲν
16. ἐν ὅλῳ τῷ ζώῳ δυσκρασίαν ἔχουσαι, τινὲς δ’ ἐν τῇ τῶν
17. μορίων ἀνωμάλῳ κατασκευῇ, καθάπερ καὶ ἡ κατὰ τὴν προκειμένην
18. ῥήσιν εἰρημένη, περὶ τῶν ἐν μοχθηρᾷ καταστάσει
1. τὴν κοιλίαν ἐχόντων, οὐκ ἐν ἀρίστῃ καθάπερ, αἱ τὸ ἔμφυτον
2. ἔχουσαι θερμὸν πολύ. καὶ διὰ τοῦτο εἰς εὐσαρκίαν
3. συντελοῦσαι τὰ μέγιστα καὶ παχύνουσι τὴν ἕξιν, οὐ καθαιροῦσι
4. καὶ λεπτύνονται ταῖς δυσκράτοις ὁμοίως.

Cliquer un n° de page pour en afficher l’image