16. Τράγος ὁκότερος ἂν φανῇ ἔξω ὄρχης, ἢν μὲν δεξιὸς,
17. ἄῤῥεν, εὐώνυμος δὲ θῆλυ.
1. Ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν
2. μειρακίων, ὥσπερ ἥ τε τοῦ σπέρματος αὐτοῖς γένεσις ἄρχεται
3. καὶ τριχῶν τῶν ἐπὶ τοῖς αἰδοίοις, οὕτω καὶ ἡ τῶν ὄρχεων
4. αὔξησις ἀθρόα, καθάπερ γε ταῖς παρθένοις ἡ τῶν
5. τιτθῶν ἅμα τῇ τῶν καταμηνίων φορᾷ. τηνικαῦτα τοίνυν
6. καὶ ἡ τῆς φωνῆς γίνεται μεταβολὴ τοῖς ἄῤῥεσι μάλιστα,
7. πρότερον γὰρ ὄντες ὀξύφωνοι, τελέως μὲν ἡβήσαντες ἀποτελοῦνται
8. βαρύφωνοι, κατὰ δὲ τὸν μεταξὺ χρόνον οἱονεὶ
9. βραγχώδης αὐτοῖς ἡ φωνὴ γίνεται. διὰ τί μὲν οὖν ἐπιφαίνεται
10. ταῦτα πάντα κατὰ τὴν εἰρημένην ἡλικίαν, ὁ παρὼν
11. οὐ χρῄζει λόγος ἀναζητεῖν· ὅτι δ’ ἐπιφαίνεται ταῦτα
12. πάντα καὶ ἡ ἐμπειρία δείκνυσιν, ὥσπερ γε καὶ ὅτι τῶν
13. ὄρχεων εἰ μὲν ὁ δεξιὸς πρότερον εἰς ὄγκον ἀρθείη, τὰ
14. τοιαῦτα μειράκια τελεωθέντα καὶ ἀνδρωθέντα παῖδας ἄῤῥενας
15. ἰσχύει μᾶλλον ἤπερ θηλείας. εἰ δ’ ὁ ἀριστερὸς ἔμπαλιν,
16. οὕτω δὲ καὶ περὶ τῆς μήτρας φρονεῖ. κατὰ γοῦν
17. τοὺς ἀφορισμοὺς ἔγραψεν, ἔμβρυα τὰ μὲν ἄῤῥενα ἐν τοῖς
18. δεξιοῖς, τὰ δὲ θήλεια ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον. ἅπερ
1. οὖν εἴρηταί μοι περὶ τοῦδε κατὰ τὴν τῶν ἀφορισμῶν ἐξήγησιν,
2. ἐπὶ τὸν ἐνεστῶτα μετοίσεις λόγον, αἰτίας μιᾶς οὔσης
3. κοινῆς, ἐπί τε τῶν ἄῤῥένων καὶ τῶν θηλειῶν δι’ ἣν τὰ μὲν
4. ἀριστερὰ μέρη τῶν θηλειῶν ἐστι γεννητικὰ, τῶν δ’ ἀῤῥένων
5. τὰ δεξιά. λέλεκται δὲ περὶ τούτου κᾀν τοῖς περὶ
6. χρείας μορίων.