Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.28, ed. Kühn, 1828, vol. 17b, p. 213-216. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.28


9. Ὀφθαλμοὶ ὡς ἂν ἰσχύωσιν, οὕτω καὶ γυῖον καὶ χροὴ ἐπὶ
10. τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσιν.

12. Εὔδηλον δὲ ὅτι προσυπακοῦσαι χρὴ τὸ ὡς ἂν ἰσχύος
13. τε ἔχωσιν, ὅπερ ἔνιοι καὶ προσέγραψαν. ἡ γοῦν διάνοια
14. τῆς ῥήσεως, ὡς ἐμοὶ δοκεῖ κάλλιστά τις ἐξηγήσασθαι, παραλιπὼν
15. τὴν μοχθηρῶς εἰρημένην τοῖς πλείστοις, ἥδ’ ἂν
16. μάλιστα γένοιτο· ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν
17. ὅπως ἄν τις ἀπὸ τῶν ὀφθαλμῶν διαγινώσκῃ περὶ τῆς ἐν
18. ὅλῳ τῷ σώματι διαθέσεως. ἐπεὶ δὲ μάλισθ’ οὗτοι τὴν βεβαιοτάτην
1. ἐνδείκνυνται διάγνωσιν, ἐπὶ γοῦν τῶν λειποθυμησάντων
2. ἢ ἄλλως ἐκλυθέντων τὴν δύναμιν οὔτε θεασάμενος
3. χεῖρά τις ἢ σκέλος ἢ τοῦ προσώπου τἄλλα μόρια χωρὶς
4. τῶν ὀφθαλμῶν ἐξευρεῖν τι δυνήσεται, περὶ τῆς κατὰ δύναμιν
5. ἀῤῥωστίας τε καὶ ῥώμης, ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς
6. θεάσαιτο, προδήλως γὰρ ἐν αὐτοῖς εὐτονία τε καὶ ἀτονία
7. φαίνεται, τινῶν μὲν οὖν ὀξυδερκότων ἀναπεπταμένων τῶν
8. βλεφάρων, ἐνίων δὲ μηδὲ διοῖξαι τελέως αὐτὰ δυναμένων.
9. καὶ ἡ χρόα δ’ αὑτῶν καὶ ὁ ὄγκος ἐνδείκνυταί τι περὶ τῆς
10. δυνάμεως. ἀῤῥωστούσης μὲν γὰρ αὐτῆς οἱ ὀφθαλμοὶ
11. κοῖλοί τε καὶ αὐχμηροὶ καὶ κακόχροοι φαίνονται. ῥωσθείσης
12. δ’ εὐχροοῦσί τε καὶ εἰς ὄγκους αἴρονται καὶ στιλπνὴν
13. ἔχουσιν ὑγρότητα. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται
14. γινόμενα καὶ χωρὶς τοῦ τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν γίνεται.
15. δήλη δὲ καὶ ἡ αἰτία τοῖς ἐπισταμένοις ὁποία
16. ἐστὶν ἡ φύσις τῶν ὀφθαλμῶν, ὅπερ ἐν ἄλλοις τε καὶ τοῖς
17. ὀπτικοῖς λόγοις ἀπεδείξαμεν, ὡς αὐγοειδὲς πνεῦμα ψυχικὸν
18. ἐξ ἐγκεφάλου πλεῖστον εἰς ὀφθαλμοὺς παραγίνεται. τοῦτ’
1. οὖν ὅταν ἄῤῥωστον ἢ ὀλίγον ᾖ, κατὰ τοὺς ὀφθαλμοὺς τὰ
2. ἄρτι λελεγμένα συμπτώματα συμβαίνουσι καὶ ἡ χροιὴ δὲ,
3. φησὶ, τουτέστι τὸ χρῶμα, μεταβάλλει πρὸς τὸ βέλτιον ἢ
4. χεῖρον. εὔδηλον δὲ εἴτε περὶ τῶν ὀφθαλμῶν ἔτι ποιεῖται
5. τὸν λόγον εἴτε περὶ τῆς καθ’ ὅλον τὸ σῶμα χροίης, ἑκάτερον
6. γὰρ αὐτῶν ἀληθές ἐστι, τῶν μὲν ὀφθαλμῶν ὥσπερ
7. ἰσχὺν καὶ ἀσθένειαν, οὕτω καὶ εὔχροιάν τε καὶ δύσχροιαν
8. ὑπαλλαττομένων, ἀκολουθούσης δὲ τούτοις καὶ τῆς καθ’ ὅλον
9. τὸ σῶμα διαθέσεως. ἐὰν μὲν γὰρ εὐχροῶσιν οἱ ὀφθαλμοὶ,
10. τὸ γυῖον ὑγιεινῶς ἔχειν δηλοῦσι, τουτέστι τὸ σῶμα ὅλον.
11. κακόχροιαν δέ τινα ἔχοντες καὶ εὐθὺς τὸ πᾶν βεβλάφθαι
12. δηλοῦσι. θᾶττον δὲ τῶν ἄλλων μορίων ἐν ὀφθαλμοῖς ἡ
13. μεταβολὴ φαίνεται τῶν χρωμάτων διὰ τὸ καθαρόν τε καὶ
14. λαμπρὸν αὐτῶν, οὐ μόνον δὲ τοῦτο δύναται σημαίνειν ἡ
15. λέξις, ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι μεταβολὴν τῆς χρόας
16. ἕπεσθαι τοῖς κατὰ τὸν ὀφθαλμὸν σημείοις. ἀπὸ μὲν οὖν
17. τῶν ὀφθαλμῶν οὕτως ἡ διάγνωσις ἐφ’ ὅλον τὸ σῶμα μετάγεσθαι
18. δύναται, καθ’ ἑαυτὴν δὲ τὴν λέξιν ἐξηγεῖσθαι δυνατὸν 
1. ἄνευ τῶν ὀφθαλμῶν, ἐὰν συνάπτῃ τις αὐτῇ τὴν ἐπιφερομένην.
2. ἑξῆς οὖν ἀπ’ ἄλλης ἀρχῆς οὕτως αὕτὴν
3. ἐξηγήσομαι.

Cliquer un n° de page pour en afficher l’image