6. Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ
7. ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι.
9. Τὴν χρόαν ἀνάλογον τῇ τροφῇ, τουτέστι τῷ αἵματι,
10. πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει
11. νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἐν ᾧ καὶ φλέγματός
12. τε καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν
13. τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως
14. αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν
15. ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ’
16. ἄλλην τινὰ χρόαν ἔχον, ὅτι μὴ τὴν ἐρυθράν.