Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.3, ed. Kühn, 1828, vol. 17b, p. 124-126. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.3


16. Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν ἡσυχώτερος.
17. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.

1. Διττὴ κᾀνταῦθά ἐστιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουσα,
2. παλαιοτέρα μὲν ἡ μετὰ τοῦ ν κατὰ τὴν πρώτην
3. συλλαβὴν τοῦ ἔντερον ὀνόματος. ὕστερον δὲ προστεθεῖσα ἡ
4. ἄνευ τοῦ ν βουλομένων τῶν οὕτω γραψάντων, ἐπὶ τῶν παρ’ οὖς
5. συνισταμένων εἰρῆσθαι τὸ ἕτερον, ὥσπερ γε πάλιν τῶν τὸ
6. ἔντερον ἤτοι γ’ ἐπὶ τῶν ἀλγησάντων τὸ ἔντερον ἢ κἀπὶ τῶν
7. τεινομένων τὸ ἔντερον. ἔντερον δ’ εἰρῆσθαι ἑνικῶς, ἔνιοι
8. μὲν τὸ κῶλον ἐνόμισαν, ἔνιοι δὲ τὸ τυφλόν. ὃ δὴ καὶ ῥᾷον
9. ὀλισθαίνει εἰς τὸν ὄσχεον ὡς ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν
10. ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων
11. ὑπὸ τοῦ μεσεντερίου δεδεγμένων τε καὶ συνεχομένων, ἀληθεύουσιν.
12. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰς τὸ ὄσχεον ὁ ἀρθριτικὸς
13. ἐῤῥαστώνησεν, εἶτ’ αὖθις αὐτοῦ θεραπευθέντος ἐν
14. τοῖς αὐτοῖς ἐγένετο μαντείας δεῖται. πιθανώτερον γοῦν
15. ἐστιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήσαντος εἰρῆσθαι τὸν λόγον.
16. εἰκὸς γὰρ ἦν κουφισθῆναι τῶν ἀρθριτικῶν ἀλγημάτων αὐτόν.
1. ἑνὶ μὲν λόγῳ καθ’ ὃν αὐτὸς ἔφη πόνων ἅμα γινομένων, μὴ
2. κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.
3. ἑτέρῳ δ’ ὅτι τῶν εἰς ἄρθρα ῥεόντων χυμῶν, ἐπὶ τὸ κῶλον
4. ἐγένετο μετάστασις. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν
5. τοῦτον ἰσχιαδικὸν εἶναί φασι καὶ διὰ τοῦτο κατελθόντος
6. τοῦ τυφλοῦ ἐντέρου ῥᾳστωνῆσαι, μηκέτι θλιβομένου τε καὶ
7. βαρυνομένου τοῦ ἰσχίου, παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ὀνομάζειν
8. βουλόμενοι τὸν ἰσχιαδικὸν ἀρθριτικόν. ἄχρι μὲν οὖν
9. αἱ δεῦρο ῥήσεις ἅπασαι κἀν τῷ περὶ χυμῶν, ἐπὶ τῇ τελευτῇ
10. τοῦ βιβλίου γεγραμμέναι εἰσί. μεταβήσομαι δ’ ἤδη πρὸς
11. τὰς ἐν μόνῳ τῷ προκειμένῳ πράγματι ἐγκειμένας.

Cliquer un n° de page pour en afficher l’image