Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.30, ed. Kühn, 1828, vol. 17b, p. 217-219. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.30


2. Σημεῖα θανατώδεα ἀνὰ δέρμα, θερμὸς ἀτμός. πρότερον δὲ
3. ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν.

5. Ἐάν τε κατ’ αἰτιατικὰς πτώσεις γεγραμμένον
6. ᾖ, θερμὸν ἀτμὸν, ἐάν τε κατ’ εὐθείας θερμὸς ἀτμὸς, ἑκατέρως
7. δὲ προσυπακούεται. βούλεται γὰρ ὁ νοῦς τῆς λέξεως
8. εἶναι τοιοῦτος, ἐκ τῶν θανατωδῶν σημείων ἐστὶ καὶ ταῦτα,
9. θερμὸν ἀτμὸν ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἐπὶ προηγησαμένῳ
10. ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν. εἰ δὲ καὶ κατ’
11. εὐθείας πτώσεις θέλεις ἑρμηνεῦσαι τὴν αὐτὴν διάνοιαν, οὕτως
12. ἂν εἴποις, μάλιστα σημεῖα θανατώδη, διὰ τοῦ δέρματος
13. θερμὸς ἀτμὸς ἐκκενούμενος ἐπὶ προηγησαμένῳ ψυχρῷ
14. πνεύματι κατὰ τὴν ἐκπνοήν. ἀλλὰ τοῦτο μὲν αὐτὸ τῆς
15. ψυχρᾶς ἐκπνοῆς, ὅτι τῶν ὀλεθριωτάτων ἐστὶ καὶ κατὰ τὸ
16. προγνωστικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν, ψυχρὸν δὲ
17. ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον
1. κάρτα ἤδη γίνεται. νυνὶ δὲ προσέθηκέ τι σύμπτωμα τοῖς
2. οὕτως ἔχουσιν, οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸς θερμὸς
3. ἀθρόως ἐκ τοῦ δέρματος, ἀλλ’ οὔτε πᾶσιν, ὡς ἔφην,
4. οὔτ’ ἐν παντὶ καιρῷ καὶ ταῦτ’ ἐχρῆν διδάσκειν τοὺς ἃ μὴ
5. δεῖ φλυαροῦντας ἐξηγητάς. ἐπ’ ἐκείνων γὰρ μόνων εὑρήσεις
6. τὸ τοιοῦτον γινόμενον, ἐφ’ ὧν προηγήσατο τοῦ θανάτου
7. θερμότατος πυρετὸς ἐκφρύξας τὸ τῆς καρδίας σῶμα καὶ
8. διὰ τοῦτο καταψύξας αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντος οὖν
9. τοῦ ζωτικοῦ τόνου, νεκρουμένης τῆς καρδίας, ἐπὶ μὲν τῶν
10. ἄλλων ἱδρώτων γίνονται συγκοπτικοὶ, περιουσίας ὑγρῶν οὔσης
11. κατὰ τὸ σῶμα. τοῖς δὲ ἀπὸ τοῦ διακαοῦς πυρετοῦ
12. προεξηρασμένοις ἀντὶ τῶν ἱδρώτων ἀτμὸς θερμὸς ἁπτομένῳ
13. σοι φανεῖται διαπνεόμενος, οὐ μὴν οὐδ’ οὗτος ἐν
14. παντὶ καιρῷ τοῦ νοσήματος, ἀλλ’ ὁπότε τῷ χρόνῳ προήκοντι
15. καταψύχεται τὸ δέρμα, κενωθείσης τῆς ἀτμώδους οὐσίας,
16. ἥτις ὑπὸ τοῦ διακαοῦς πυρετοῦ λεπτυνομένων τῶν χυμῶν
17. ἤθροιστο κατὰ τὸν νοσοῦντα χρόνον. οὐ γὰρ δὴ κατ’ ἐκεῖνόν
18. γε τὸν καιρὸν, ἐν ᾧ συμβαίνει νεκροῦσθαι τὴν καρδίαν,
1. οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμὸν, ἀλλὰ μηδὲ ψυχρὸν
2. ἢ χλιαρόν. ἅπασα μὲν οὖν καρδία πλησίον τοῦ θανάτου
3. ψυχρὰν ἴσχει δυσκρασίαν, οὐ μὴν ἐν ἁπάσῃ γε νόσῳ
4. θανατώδει τοιαύτη διὰ παντός ἐστιν, ἀλλ’, ὡς εἴρηται, θερμοτάτη
5. πολλάκις ἐν τοῖς περικαεστάτοις. ὅταν οὖν νοσῇ
6. ψυχρὰν δυσκρασίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν
7. εὕροις ἐκκενούμενον, ὅταν ἐγγὺς τοῦ θανάτου γενόμενος ὁ
8. κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖς
9. οὕτως ἔχουσι τὰ ὑγρὰ, μήτε πυρετὸν διακαῆ πυρέξασι μήτε
10. χυμοὺς ἔχουσι χολώδεις, θερμοὺς μὲν τῇ κράσει, λεπτοὺς
11. δὲ τῇ συστάσει. ἐν γὰρ ταῖς ψυχραῖς δυσκρασίαις οἱ φλεγματώδεις
12. καὶ ὠμοὶ καὶ παχεῖς καὶ ὅλως ψυχροὶ χυμοὶ
13. πλεονάζουσιν, οὐχ οἱ χολώδεις καὶ θερμοὶ καὶ λεπτοί.

Cliquer un n° de page pour en afficher l’image