16. Τὰ δὲ ζωτικὰ ἐναντία.
1. Μάχεται τοῦτο φανερῶς τοῖς εἰρῆσθαι νομίζουσι
2. θανατῶδες σημεῖον ἐν τῇ ῥινὶ τὸν θερμότατον πυρετόν.
3. ὡς γὰρ ἀνταποδιδοὺς τῷ κατ’ ἀρχὴν εἰρημένῳ σημεῖα
4. θανατώδεα νῦν ἔγραψε, τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι
5. κατὰ τὴν ἐκείνων ἐξήγησιν οὐ συνῆπται τῷ, θανατώδη
6. σημεῖα, τὸ κατὰ ταῦτα γεγραμμένον, ἀνὰ ῥῖνα θερμότατον,
7. καίτοι τὸ ἀνὰ ῥῖνα θερμότατον οὐκ ἔχει αὐτῷ προκείμενον,
8. εἴτε θανατῶδές ἐστιν εἴτε μή. οὐ γάρ ἐστι θανατῶδες, εἰ
9. μὴ προηγήσαιτο τὸ εἰρημένον ὑφ’ Ἱπποκράτους, πρότερον δὲ
10. ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν. ἐὰν γὰρ ἄνευ τούτου γένηται
11. θερμότατος ἀτμὸς κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν
12. χυμῶν ἐν θερμῷ πυρετῷ σύμπτωμα γεγονέναι,
13. μὴ πάντως θανάτου σημεῖον. ἀλλ’ ἔστιν ὅτε καὶ πρὸς ἀγαθοῦ
14. διαπνεομένων τῶν λελεπτυσμένων χυμῶν, οὓς ὅταν ὦσι
15. παχυμερέστεροι, δι’ αἰσθητῶν ἐκκρίσεων ἡ φύσις ἐκκενοῖ
16. τοῦ σώματος, ἱδρῶτάς τε κενοῦσα καὶ πλῆθος οὔρων ἢ
17. διαχωρημάτων ἢ ἔμετον ἐπάγουσα. ἔσται τοιγαροῦν τὰ
18. πάντα τῶν εἰρημένων θανατωδῶν σημείων ζωτικὰ, τὸ μήτε
1. ψυχρὸν ἐκπνεῖν, μήτ’ ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἀτμὸν
2. θερμόν. εἰκότως δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὰ σημεῖα
3. θανατώδεα προεξηγησάμενοι, περιεῖλον ὅλην τήνδε τὴν λέξιν
4. ἐν ᾗ φησι, τὰ ζωτικὰ ἐναντία πρὸς ὑγίειαν.