Galenus. In Hippocratis Epidemiarum VI commentaria (In Hipp. Epid. VI comm.) [n° 096 Fichtner] [GalLat]

Εἰς τὰς ἐπιδημίας (στʹ) Ἱπποκράτους ὑπομνήματα
Commentaire aux Épidémies VI d’Hippocrate
Commentary on Hippocrates’ ‘Epidemics VI’ (Hipp. Epid. VI)
Wenkebach, 1956.
Hippocratis Epidem. VI et Galeni in illum commentarius, 1828, vol. 17a-17b, p. 793-1009 1-344. urn:cts:greekLit:tlg0057.tlg091.verbatim-lat1

Hippocratis Epidem. VI et Galeni in illum commentarius, 4.4, ed. Kühn, 1828, vol. 17b, p. 126-130. urn:cts:greekLit:tlg0057.tlg091.1st1K-grc1:4.4


14. Ἡ Ἀγήσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν. γυνὴ
15. δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα οὐ πάνυ
1. ἐπὶ πλέον ᾖρον ἄχθος μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆσαί
2. τι κατὰ τὸ στῆθος, τῇ δ’ ὑστεραίᾳ ἄσθματα εἶχε καὶ
3. ἤλγεεν ἰσχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ
4. τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ ἐπαύσατο, ἔπτυσεν ἀφρώδεα.
5. ἀρχομένη δὲ ἀνθηρά. κατασταθὲν δὲ ἐμέσματι
6. χολώδει ἐῴκει λεπτῷ, οἱ πόνοι δὲ μάλιστα ὁκότε πονοίη
7. τῇ χειρί.

9. Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντος αὐτοῦ πολλάκις
10. ἠκούσαμεν, ὥστε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆσθαι
11. τὴν πυκνὸν ἀναπνέουσαν. οἶς δ’ ἂν ἱκανῶς αὐξηθῇ
12. τὸ τοιοῦτο τῆς δυσπνοίας εἶδος, ἆσθμα καὶ ὀρθόπνοια
13. τὸ πάθος ὀνομάζεται, χωρὶς πυρετοῦ δηλονότι γενόμενον,
14. ἤτοι παχέων καὶ γλίσχρων χυμῶν καταλαμβανόντων τὰς
15. ὁδοὺς τοῦ πνεύματος ἤ τινος ἀπέπτου φύματος ἐν τῷ πνεύμονι
16. συστάντος. οὖσα δὲ καὶ πρόσθεν αὐτὴ δύσπνους, ἐπίπονος
17. ἐγένετο μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼς
1. περὶ τῆς δυσπνοίας, ἐπίπονον ἔφησεν αὐτὴν γεγονέναι, πιθανὸν
2. ἂν ἦν ἀκοῦσαι τῷ παντὶ σώματι κοπώδη σχεῖν αἴσθησιν
3. τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνοπνεύματον αὐτὴν
4. εἶπεν εἶναι, προσηκόντως ἄν τις ἀκούσειεν ἐπὶ τοῦ
5. θώρακος εἰρῆσθαι τὸν πόνον γεγονέναι. μετρίου δ’ ὄντος
6. αὐτοῦ συνέβη τι καὶ ἄλλο σύμπτωμα τοιόνδε. βάρος τι
7. διὰ τῶν χειρῶν ἀραμένη παραχρῆμα μὲν ᾔσθετό τινος ἐν
8. τῷ στήθει ψόφου, ῥαγέντος ὡς εἰκὸς τοῦ φύματος, τῇ δ’
9. ὑστεραίᾳ διαδοθέντος ἕως τῆς τραχείας ἀρτηρίας, τοῦ περιεχομένου
10. κατὰ τὸ φῦμα χυμοῦ, τήν τε τοῦ πνεύματος
11. πυκνότητα ἐπισταθῆναι συνέβη καὶ μηκέθ’ ἁπλῶς εἶναι πυκνόπνοιαν,
12. ἀλλ’ ἤδη τὸ καλούμενον ἆσθμα. κατὰ βραχὺ
13. δ’ ἀναπτυσθέντος τούτου, τελέως ἐπαύσατο τῇ γυναικὶ ταὐτῇ
14. τὰ τὰς δυσπνοίας. ἄχρι μὲν δὴ τούτου ζήτημ’ οὐδέν
15. ἐστιν, ἀλλ’ εὐλόγως ἅπαντα γέγονε. διὰ τί δὲ συνεπετάθη
16. τε καὶ συνεῤῥᾳστώνησε τοῖς κατὰ θώρακα τὸ ἰσχίον εἰκότως
1. ἄν τις ζητήσειεν, οὐκ οὔσης τινὸς κοινωνίας ἰσχίῳ
2. πρὸς θώρακα, καθάπερ ἐστὶ τοῖς γεννικοῖς μορίοις. ἴσως
3. οὖν ἀσθενέστερον ἔχουσα τὸ ἰσχίον ἤλγησε, κατὰ τὸν αὐτὸν
4. χρόνον ἀφικομένων τινῶν χυμῶν εἰς αὐτὸ περιττῶν.
5. οὐ γὰρ ἀναφαίνεται τοῖς κοινωνίαν ἔχουσι φυσικὴν μορίοις
6. ἡ συμπάθεια γινομένη, φθασάντων ἐνίοτε δέξασθαι τῶν
7. ἀσθενῶν τὴν περιουσίαν, τῶν λυπούντων χυμῶν φύσιν ἐνδεικνυμένη.
8. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ
9. τὸν χυμὸν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥσπερ γε τὰ
10. ὠχρὰ τὴν ὠχρὰν καὶ ξανθὴν ὀνομαζομένην χολὴν, κατὰ δὲ
11. τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται
12. δ’ ἤδη πολλάκις ὡς ὅταν ἁπλῶς εἴπῃ χολώδη, τὴν ὠχράν
13. τε καὶ ξάνθην ὀνομαζομένην σημαίνει χολὴν, ᾗ πλέον τῶν
14. ἄλλων χολῶν τὴν χρόαν προσγράφει. καὶ γὰρ ἰώδης ἐμεῖται
15. χολὴ καὶ ὑπέρυθρος καὶ μέλαινα καὶ ὀρφνώδης. τὸ δ’
16. ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσγεγραμμένον ὡς ἐπόνει μᾶλλον
17. ἐν ταῖς τῆς χειρὸς ἐνεργείαις, πρὸς ἔνδειξιν τῆς συμπαθείας 
1. εἴρηται. ἀκηκόατε δ’ ἤδη καὶ κατ’ ἄλλον λόγον,
2. ὁπότε τὰ τοῦ θώρακος ἄνω πάσχοι, κατὰ τὸ πρῶτόν τε
3. καὶ δεύτερον μεσοπλεύριον, εὐλόγως τὰς χεῖρας εἰς συμπάθειαν
4. ἔρχεσθαι νεύρων εἰς αὐτὰς ἀφικνουμένων ἐκ τούτων
5. τῶν μεσοπλευρίων. εἰκὸς δέ ἐστι καὶ ῥαγῆναι κατὰ τὸ δεξιὸν
6. μέρος τοῦ θώρακος, ἡνίκα τὸ ἄχθος ἀνῃρεῖτο καὶ διὰ
7. τοῦτο κατ’ εὐθυωρίαν ἰσχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ
8. τῷ γενομένῳ πάθει τῶν νεύρων, ἐν τῷ βάρος ἆραι τὴν γυναῖκα,
9. συνέπαθεν ὁ θώραξ τῇ χειρὶ, πιθανόν ἐστι κατ’
10. ἐκεῖνα μάλιστα τὰ μέρη παθεῖν αὐτὸν ὅθεν ἡ τῶν
11. νεύρων ἐστὶν ἔκφυσις ἐπὶ τὰς χεῖρας.

Cliquer un n° de page pour en afficher l’image